Ancient Greek · ~2 min
Book 8, Chapter 6
Herodian, Ab excessu divi Marci 8.6.5
Not analysed yet
τὰ μὲν οὖν κατὰ τὴν Ἀκυληίαν ἐν τούτοις ἦν: οἱ δ̓ ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφαλὴν κομίζοντες ἀπὸ τῆς Ἀκυληίας ὡδοιπόρησάν τε μετὰ πάσης ἐπείξεως, καὶ ἐπιφοιτῶσιν αὐτοῖς τὰς λοιπὰς πόλεις αἱ πύλαι ἀνοίγνυντο, καὶ δαφνηφοροῦντες αὐτοὺς οἱ δῆμοι ὑπεδέχοντο. ὡς δὲ διέπλευσαν τάς τε λίμνας καὶ τὰ τενάγη μεταξὺ Ἀλτίνου καὶ Ῥἁ̣?ʼέννης, περιέτυχον Μαξίμῳ αὐτοκράτορι διατρίβοντι ἐν Ῥἁ̣?ʼέννῃ, ἔνθα τούς τε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς ἀπὸ τῆς Ἰταλίας