Ancient Greek · ~2 min
Book 8, Chapter 6
Herodian, Ab excessu divi Marci 8.6.6
Not analysed yet
λογάδας ἤθροιζεν. ἀφῖκτο δὲ αὐτῷ καὶ Γερμανῶν οὐκ ὀλίγη συμμαχία, πεμφθεῖσα ὑπ’ αὐτῶν κατ̓ εὔνοιαν ἣν εἶχον πρὸς αὐτὸν ἄνωθεν, ἐξ οὗπερ ἦν αὐτῶν ἐπιμελῶς ἄρξας. παρασκευάζοντι οὖν αὐτῷ τὴν δύναμιν ὡς πολεμήσουσαν τῷ Μαξιμίνου στρατῷ προσίασιν οἱ ἱππεῖς τὴν κεφαλὴν τοῦ τε Μαξιμίνου καὶ τοῦ παιδὸς φέροντες, νίκην τε καὶ εὐπραγίαν ἀγγέλλοντες, ὅτι τε ἄρα ὁ στρατὸς τὰ Ῥωμαίων φρονεῖ, καὶ σέβει αὐτοκράτορας οὓς ἡ σύγκλητος