Ancient Greek
Book 8, Chapter 7
Herodian, Ab excessu divi Marci 8.7.3
Not analysed yet
ἀνάγκης τῆς βασιλείας τύχην. οἱ πλεῖστοι γὰρ αὐτῶν ἠγανάκτουν καὶ λανθανόντως ἤλγουν τὸν μὲν ὑπ’ αὐτῶν ἐπιλεχθέντα βασιλέα καθῃρημένον, κρατοῦντας δὲ τοὺς ὑπὸ συγκλήτου ᾑρημένους. ὁ δὲ Μάξιμος ἐν τῇ Ἀκυληίᾳ γενόμενος πρώτης μὲν καὶ δευτέρας ἡμέρας ἱερουργίαις ἐσχόλαζε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν συγκαλέσας ἐς τὸ πεδίον πάντα τὸν στρατόν, βήματός τε αὐτῷ κατασκευασθέντος, ἔλεξε τοιάδε.