Ancient Greek · ~2 min
Book 8, Chapter 7
Herodian, Ab excessu divi Marci 8.7.4
Not analysed yet
ὅσον μὲν ὑμᾶς ὤνησε μεταγνόντας τε καὶ τὰ Ῥωμαίων φρονήσαντας, πείρᾳ μεμαθήκατε, ἀντὶ πολέμου μὲν εἰρήνην ἔχοντες πρὸς θεοὺς οὓς ὀμωμόκατε, καὶ νῦν φυλάσσοντες τὸν στρατιωτικὸν ὅρκον, ὅς ἐστι τῆς Ῥωμαίων ἀρχῆς σεμνὸν μυστήριον. χρὴ δὲ ὑμᾶς καὶ τοῦ λοιποῦ διὰ παντὸς τούτων ἀπολαύειν, τὰ πιστὰ τηροῦντας Ῥωμαίοις τε καὶ συγκλήτῳ καὶ αὐτοκράτορσιν ἡμῖν, οὓς ἐξ εὐγενείας καὶ πολλῶν πράξεων καὶ μακρᾶς διαδοχῆς ὥσπερ κατ̓ ἀκολουθίαν ἐπὶ τοῦτο ἀναβάντας κρίναντες ὁ δῆμος καὶ ἡ