Ancient Greek · ~8 min
2 to 10
HERODORUS HERACLEENSIS, Fragmenta 2-10
Not analysed yet
Τὸ ἐθνικὸν Ἀργεῖος. . . καὶ Ἀργείωνες λέγονται. . . λέγονται καὶ πατρωνυμικῶς (sc. Ἀργειάδαι), ὡς οἱ πολλοὶ καὶ Ἡρόδωρος. Ἀρχαιότατον δ ̓ ἐστὶ ποτήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ, ἔδωκε δῶρον τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ δευτέρᾳ (fr. 27) ἱστορεῖ καὶ Ἡρόδωρος ὁ Ἡρακλεώτης. Ἀριστοτέλης φησὶν ὑπὸ Ῥαδαμάνθυος παιδευθῆναι τὸν Ἡρακλέα, Ἡρόδωρος (libri Ἡρόδοτος) δὲ ὑπὸ τῶν βουλόλων Ἀμφιτρύωνος. Ἐχρῆτο δὲ Ἡρακλῆς τοῖς Σκυθικοῖς τόξοις, διδαχθεὶς παρά τινος Σκύθου Τευτάρου, ὡς ἱστορεῖ Ἡρόδωρος (libri Ἡρόδοτος) καὶ Καλλίμαχος (fr. 365 Benntl.) . Τεσσάρων δὲ πηχέων ἦν ὁ Ἡρακλῆς, καὶ ποδὸς ἑνὸς, καθάπερ ὁ Ποντικὸς Ἡρόδωρος (vulgo Ἡρόδοτος) ἱστορεῖ. Ἡρόδωρος γοῦν ἐν Οἰδίποδί φησι τῶν ἄλλων αὐτὸν (Ἡρακλέα) περιττεύειν, ὥστε τὸ ὅλον σῶμα πηχῶν εἶναι τεσσάρων καὶ ποδός. Ἡρόδοτος δὲ Λέοντα Σαρδέων βασιλέα, Ἰλύλιος (Pollux II, 94) τὸν Πύῤῥον δὲ πάλιν τὸν Ἠπειρώτην ἔχειν γραμμαῖς ὀδόντων δὲ τοῦτο τετυπωμένον, ὡς καὶ τὸν Ἡρακλέα δὲ ὁ Χῖος Ἴων (fr. 88 Koepk.) λέγει ἔχειν ὀδόντων τρίστοιχον θέσιν ἀῤῥαγεστάτην. Ἐν ἑπτὰ ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς Ἡρόδωρος ἱστορεῖ. Ἡρόδωρος δὲ καὶ δίς φησι μανῆναι τὸν Ἡρακλέα (sc. post caedem liberorum et deinde post caedem Iphiti). Πῶς οὐκ ἂν ἠλίθιον πείθεσθαι τοῖς Ἡροδώρου (libri Ἡροδότου) βιβλίοις περὶ τοῦ καθ ̓ Ἡρακλέα λόγου, γῆν ἄνω κηρύττουσιν, κατεληλυθέναι τε ἀπ ̓ αὐτῆς λέοντα τὰν ὑφ Ἡρακλέους φονευθέντα; Ὁ δὲ γὺψ νεοττεύει μὲν ἐπὶ πέτραις ἀπροσβάτοις· διὸ σπάνιον ἰδεῖν νεοττιὰν γυπὸς καὶ νεοττους· καὶ διὰ τοῦτο καὶ Ἡρόδωρος ὁ βρύσωνος τοῦ σοφιστοῦ πατήρ φησιν εἶναι τοὺς γῦπας ἀφ ̓ ἑτέρας γῆς ἀδήλου ἡμῖν, τοῦτό τε λέγων σημεῖον ὅτι οὐδεὶς ἑώρακε γυπὸς νεοττιὰν, καὶ ὅτι πολλοὶ ἐξαίφνης φαίνονται ἀκολουθοῦντες τοῖς στρατεύμασιν. Γυπὸς δὲ λέγεται ὑπό τινων ὡς οὐδεὶς ἑώρακεν οὔτε νεοττὸν οὔτε νεοττιάν· ἀλλὰ διὰ τοῦτο Ἡρόδωρος ὁ τοῦ Βρύσωνος τοῦ σοφιστοῦ πατὴρ ἀπό τινος ἑτέρας εἶναι μετεώρου γῆς ἐλεγεν, τεχμήριον τοῦτο λέγων καὶ τὸ φαίνεσθαι ταχὺ πολλούς· ὅθεν δὲ, μηδενὶ εἶναι δῆλον.