Ancient Greek
Dfhg-Source dfhg2_HERODORUS_HERACLEENSIS
HERODORUS HERACLEENSIS, Fragmenta 23
Not analysed yet
Ἡρόδωρος ξένως περὶ τῶν δεσμῶν τοῦ Προμηθέως ταῦτα· εἶναι γὰρ αὐτὸν τὸν Σκυθῶν βασιλέα φησὶ, καὶ μὴ δυνάμενον παρέχειν τοῖς ὑπηκόοις τὰ ἐπιτήδεια, διὰ τὸ τὸν καλούμενον Ἀετὸν ποταμὸν ἐπικλύζειν τὰ πεδία, δεθῆναι ὑπὸ τῶν Σκυθῶν· ἐπιφανέντα δὲ Ἡρακλέα, τὸν μὲν ποταμὸν ἀποστρέψαι εἰς τὴν θάλασσαν· καὶ διὰ τοῦτο μεμυθεῦσθαι ἀνῃρηκέναι τὸν ἀετὸν Ἡρακλέα· τὸν δὲ Προμηθέα λῦσαι τῶν δεσμῶν.