Ancient Greek
361.5
Hesiodus Epic., Fragmenta 361.5
Unproofread scanNot analysed yet
Schol. Ven. A Hom. Z 35 (I 228, 1 D.) Ἀχιλλεὺς ὑπὸ τὸν Τρωικὸν πόλεμον πορθὼν τὰς περιοίκους τῆς Ἴλιου πόλεις ἀφίκετο εἰς τὴν πάλαι μὲν Μονηρίαν, νῦν δὲ Πήδασον καλουμένην, καὶ αὐτὴν σὺν ταῖς ἄλλαις ἔλειν. ἀπογυόντος δὲ αὐτοῦ τὴν εἰς τὸ τέλος πολιορκίαν διὰ τὴν ὀχυρότητα τοῦ τόπου καὶ μέλλοντος ἀναχωρεῖν, φασὶν εἶσω τῶν τειχῶν οὖσαν τινὰ παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλέως καὶ λαβοῦσαν μῆλον εἰς τοῦτο ἐπιγράψαι καὶ βῖψαι εἰς μέσον τῶν Ἀχαιῶν· ἥν δὲ ἐν αὐτῷ γεγραμμένον· ‘μὴ σπεῦθ’ Ἀχιλλεῦ, πρὶν Μονηρίαν ἔλειν· |ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσιν κακῶς’. τὸν δὲ Ἀχιλλέα ἐπικεινεντα οὕτω λαβεῖν τὴν πόλιν τῇ τοῦ ὕδατος σπάνει· ἡ ἱστορία παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ