Ancient Greek
386.3
Hesiodus Epic., Fragmenta 386.3
Unproofread scanNot analysed yet
Antoninus Liber. XXIII (Mythogr. Gr. II 1, 101 M.) Βάττος ἱστορεῖ Νικάνδρος Ἐτεριοιούμενων α' καὶ Ἡσίοδος ἐν μεγάλαις Ἡοίαις καὶ Διδύμαχος Μεταμορφώσεων γ' καὶ Ἀντίγονος ἐν ταῖς Ἀλκιώδεσι καὶ Ἀπολλώνιος ὁ Ῥόδιος ἐν Ἐπιγράμμασι, ὡς φησι Παμφίλος ἐν α'. Ἄργον τοῦ Φοίζου καὶ Περσιήλης τῆς Ἀδήτου θυγατρός ἐγένετο Μάγνης. οὗτος ὤκησεν ἐγγὺς Θεσσαλίας καὶ τὴν γῆν ταύτην ἀπ' αὐτοῦ Μαγνησίαν προσηγόρευσαν οἱ ἄνθρωποι. ἐγένετο δ' αὐτῷ παῖς περίβλεπτος τὴν ὄψιν Ἡμέαιος. ἐπεὶ δὲ Ἀπόλλωνα ἰδόντα ἔφως ἔλαβε τοῦ παιδὸς καὶ οὐκ ἐξέλιπανε τὰ οἰκία τοῦ Μάγνητος, Ἐρμῆς ἐπιβουλευεῖ τῇ ἀγέλῃ τῶν βοῶν τοῦ Ἀπόλλωνος. αἱ δὲ ἐνέμοντο, ἵνα περ ἦσαν αἱ Ἀδήτου βοές. καὶ πρῶτα μὲν ἐμβάλλει ταῖς κυσίν, αἱ φυλάττον αὐτάς, λήθαργον καὶ κυνάγην· αἱ δὲ ἐξελάθοντο τῶν βοῶν καὶ τὴν ὀλκήν ἀπώλεσαν· εἶτα δ' ἀπελαύνει πότνιας δώδεκα καὶ εκατὸν βοῦς ἄγυας καὶ ταύρων, ὅς ταῖς βουσίιν ἐπέβαινεν. ἐξῆπτε δὲ ἐκ τῆς οὐρᾶς πρὸς ἕκαστον ὕλην, ὡς ἂν τὰ ἴχνη τῶν βοῶν ἀφανίσῃ· καὶ ἤγεν αὐτὰς ἐλαύνων διὰ τε Πελαγῶν καὶ δι' Ἀχαΐας τῆς Φθιώτιδος καὶ διὰ Λοκρίδος καὶ Βοιωτίας καὶ Μεγαρίδος καὶ ἐντεύθεν εἰς Πελοπόννησον διὰ Κορύνθου καὶ Λυκρίσης ἄχρι Τεγέας. καὶ ἐντεύθεν παρὰ τὸ Λύκαιον ὄρος ἐπορεύετο καὶ παρὰ τὸ Μαυνάλιον καὶ τὰς λεγομένας Βάττον σκοπιάς. ὧκει δὲ ὁ Βάττος οὗτος ἐπ' ἄκρω τῷ σκοπέλῳ καὶ ἐπεὶ τῆς φωνῆς ἤκουσε παρελθουμένων τῶν μόσχων, προελθὼν ἐκ τῶν οἰκείων ἔγνω περὶ τῶν βοῶν ὅτι κλοπιμαίας ἄγει· καὶ μισθὸν ἤτησεν, ἵνα πρὸς μηδένα φράσῃ περὶ αὐτῶν. Ἐρμῆς δὲ δώσων ἐπὶ τούτοις ὑπέσχετο καὶ ὁ Βάττος ὤμοσε περὶ τῶν βοῶν πρὸς μηδένα κατερεῖν. ἐπεὶ δὲ αὐτὰς Ἐρμῆς