Ancient Greek
391.8
Hesiodus Epic., Fragmenta 391.8
Unproofread scanNot analysed yet
Schol. Marc. Lycophr. 683 (p. 133, 21 K.) λέγεται τὸν Δία τῇ Ἥρᾳ ἐρίσαι, φάσκοντα τὰς θηλείας μᾶλλον ἤπερ τοὺς ἄνδρας ἤδεσθαι τῇ πολλῇ συνουσίᾳ, καὶ χρησάσθαι τῷ Τειρεσίᾳ κριτῇ διὰ τὰς δύο αὐτοῦ μορφάς· τὸν δὲ εἰρηκέναι δέκα οὖσῶν τῶν πασῶν ἡδονῶν μίαν μὲν ἔχειν τοὺς ἄρρενας, τὰς δὲ λοιπὰς ἐννέα τὰς γυναῖκας, ὡς ὁ τῆς Μελαμποδίας ποιητής· ‘ἐννέα μὲν μοίρας· δεκάτην δὲ τε τέτρεπται ἀνήρ’. [τὰς δέκα —νόημα]. ὀργισθεῖσα δὲ ἡ Ἥρα ἐτυφλῶσεν αὐτόν· ὁ δὲ Ζεὺς ἐχαρίσατο αὐτῷ μαντικήν καὶ πολυχρόνιον ζώην