Ancient Greek
392.2
Hesiodus Epic., Fragmenta 392.2
Unproofread scanNot analysed yet
Phlegon Mirab. c. IV p. 73 sq. K. ἱστορεῖ δὲ καὶ Ἡσίοδος καὶ Δικαιάρχος καὶ Κλέαρχος καὶ Καλλίμαχος καὶ ἄλλοι τινὲς περὶ Τειρεσίου τάδε. Τειρεσίαν τὸν Εὐήρουν ἐν Ἀρκαδίᾳ [ἄνδρα] ὄντα ἐν τῷ ὄρει τῷ ἐν Κυλλήνῃ ὄρει ἰδόντα ὀχεύοντας τρώσαι τὸν ἕτερον καὶ παρὰ χρήμα μεταβαλεῖν τὴν ἰδέαν· γενέσθαι γὰρ ἐξ ἄνδρος γυναῖκα καὶ μιχθῆναι ἀνδρὶ. τοῦ δὲ Ἀπόλλωνος αὐτῷ χρήσαντος, ὡς ἐὰν τηρήσας ὀχεύοντας ὁμοίως τρώσῃ τὸν ἕνα ἔσται οἷος ἦν, παραφυλάξαντα τὸν Τειρεσίαν ποιῆσαι τὰ ὑπὸ τοῦ θεοῦ ῥηθέντα καὶ οὕτως ἀνακομίσασθαι τὴν ἀρχαίαν φύσιν. Αἴδιος δὲ ἑρώσαντος Ἥρα καὶ φαμένου ἐν ταῖς συνοῦσαις πλεονεκτεῖν τὴν γυναῖκα τοῦ ἄνδρος τῇ τῶν ἀφροδισίων ἡδονῇ καὶ τῆς Ἥρας φασκούσης τὰ ἐναντία, δόξαι αὐτοῖς μεταπεμφαμένους ἐρέσθαι τὸν Τειρεσίαν διὰ τὸ τῶν τρόπων ἀμφοτέρων πεπειράσθαι. τὸν δὲ ἐρωτημένον ἀποφῆναι, διότι μοιρῶν οὐσῶν δέκα τὸν ἄνδρα τέρπεσθαι τὴν μίαν, τὴν δὲ γυναῖκα τὰς ἐννέα. τὴν δὲ Ἥραν ὀργισθεῖσαν κατανύξαι αὐτοῦ τοὺς ὀφθαλμοὺς καὶ ποιῆσαι τυφλόν, τὸν δὲ Ἀία δωρήσασθαι αὐτῷ τὴν μαντικὴν καὶ βιοῦν ἐπὶ γενεὰς ἐπτά