Ancient Greek
400.5
Hesiodus Epic., Fragmenta 400.5
Unproofread scanNot analysed yet
cf. Schol. Arat. 27 (p. 344, 10 M.) περὶ ᾿Ἀρκτων. τὴν μίαν τούτων τὴν μεγάλην . . . Ἡσιόδος φησι Λυκάονος θυγατέρα εἶναι καὶ ἐν Ἀρκαδίᾳ κατοικοῦσαν ἐλθεῖν μετὰ Ἀρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι· φθαρθεῖσαν δὲ ὑπὸ Λιδὸς ἐμμεῖναι ἐν τοῖς πρότερον κλέπτουσαν τῇ Ἀρτέμιδι τὸ σύμπτωμα. ἤδη δὲ ἐπίτοκον οὖσαν ὀφθῆναι ὑπ᾿ αὐτῆς λουομένην. ἐφ᾿ ᾧ ὀργισθεῖσαν τὴν Ἀρτέμιν θηριώσαι αὐτήν. καὶ οὕτως τεκεῖν ἄρκτον οὖσαν τὸν κληθέντα Ἀρκάδα. οὖσαν δὲ ἐν τῷ ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι Λυκάωνι μετὰ τοῦ βρέφους. μετὰ χρόνον δὲ τινα δόξαι εἰσελθεῖν εἰς τὸ Λίκαον, ὅ ἐστι τοῦ Λιδὸς λεγόμενον ἄβατον, ἀγνοήσασαν τὸν νόμον. ὑπὸ τοῦ ἰδίου υἱοῦ διωκομένην καὶ αὐτὴν τῶν Ἀρκάδων ἀναιρεῖσθαι