Ancient Greek · ~7 min · Dactylic hexameter
Edition urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2, lines 2.609-2.649
Hesiodus Epic., Ἔργα καὶ Ἡμέραι 2.609-649
Not analysed yet
εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ
οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς,
ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·
δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας,
πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι
δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ
Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος
δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι
ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.
εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,
εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος
φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,
δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·
καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,
γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.
νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι
πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.
ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ
εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·
πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.
αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ·
καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτον
ἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαι,
ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ,
πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·
ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας,
Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ·
οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,
ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν·
νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ.
τύνη δʼ, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι
ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.
νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι.
μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδος
ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.
εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν
βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,
δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,
οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.