Ancient Greek · ~7 min · Dactylic hexameter
Edition urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2, lines 2.650-2.689
Hesiodus Epic., Ἔργα καὶ Ἡμέραι 2.650-689
Not analysed yet
οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντον,
εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτʼ Ἀχαιοὶ
μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν
Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος
Χαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ
ἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι
ὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα.
τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα,
ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·
ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·
Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,
ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,
ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα
καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα,
εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων
ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·
ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.
τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων·
εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας
ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι,
σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·
μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον
καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,
ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.
ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·
ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη
ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ
ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα·
εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε
αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·
ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ
ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·
χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγα
φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.
μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·