Ancient Greek
ΨΑΛΜΟΣ Θʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ Θʹ.
Not analysed yet
Ἐξομολογήσομαί σου ἐν ὅλῃ καρδίᾳ. Πῶς δὲ ἐν ὅλῃ καρδίᾳ ἐξομολογούμεθα; Ὅταν μηκέτι πρὸς τὴν ἀμαρτίαν ἐκείνην ὑποστρέψομεν, ὑπὲρ ἧς συγγνώμην παρὰ τοῦ Θεοῦ πρεσβευόμεθα. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν. Ἔθνη δὲ ἐνταῦθα προσαγορεύει τῶν δαιμόνων τὸ στῖφος. Οὗτοι γὰρ τὸν σωτήριον σταυρὸν τεκτηνάμενοι, διὰ τούτου τῆς τυραννίδος ἐξέπεσαν, καὶ ἐν παγίδι ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοί. Ἁμαρτωλῶν πολλὰ γένη, ὥσπερ δὴ καὶ δικαίων, γνωρίζεται. Ἐνταῦθα δὲ ἁμαρτωλοὺς τοὺς ἀπίστους καλεῖ, οὓς καὶ λήθην τοῦ Θεοῦ παθεῖν ἔφησεν. Ὥσπερ τοίνυν οἱ πιστεύοντες εἰς τὸν Θεὸν ζῶσι, κἂν ἀποθάνωσιν· Ὁ γὰρ πιστεύων εἰς ἐμέ, φησιν ὁ Χριστός, κἂν ἀποθάνῃ, ζήσεται, οὕτως οἱ ἀπιστοῦντες, καὶ πρὶν ἀποθανεῖν, διὰ τὴν ἀπόφασιν τὴν ὑπ’ αὐτοῖς, τεθνήκασιν. Ἀνάστηθι, Κύριε. Ἐρωτᾷ ποίαν ὁ Θεὸς τοῦ ἀσεβοῦς, δηλαδὴ τοῦ διαβόλου, ἢ καὶ τοῦ λίαν ἀσεβοῦντος ἀνθρώπου, ἁμαρτίαν ἀποστρέφεται μάλιστα· εἶτα αὐτὸς ἐπαγαγὼν τὴν ἐρώτησιν, ἔλυσεν. Εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἐκζητήσει. Συκοφαντεῖ τὸν Θεόν, φησιν, ὡς ἀπρονόητα καὶ ἀνεξιχνίαστα εἶναι συγχωροῦντα τὰ ἡμέτερα· ὅπερ ἀπωλείας προτροπὴ τοῖς ἀπατωμένοις εὑρίσκεται· τοιγαροῦν ἀκολούθως προσέθηκε· Σοὶ ἐγκαταλέλειπται ὁ πτωχός.