Ancient Greek
ΨΑΛΜΟΣ ΙΒʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΙΒʹ.
Not analysed yet
Ἕως πότε, Κύριε, ἐπιλήσῃ με; Θεοῦ γὰρ λήθη χαλεπὴ μέν, καὶ πρόσκαιρος· ἀλλὰ μὴν θάνατον ἐπιφέρει παντελῆ καὶ ἀθάνατον. Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός; Ὕψος γὰρ τοῦ Σατανᾶ, ἡ τῶν ἀνθρώπων ταπείνωσις. Καθάπερ γὰρ ὁ Θεὸς ἐν τῇ σωτηρίᾳ ὑψοῦσθαι τῇ ἡμετέρᾳ, οὕτως ὁ διάβολος ἐν τῇ ἀπωλείᾳ ἐπαίρεσθαι λέγεται.