Ancient Greek
ΨΑΛΜΟΣ ΙΔʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΙΔʹ.
Not analysed yet
Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ. Πρότερον ἀληθεύειν ἡμᾶς κατὰ καρδίαν, καὶ μετὰ ταῦτα κατὰ τὴν γλῶσσαν βούλεται. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. Ἐν δὲ τῷ εἰπεῖν, Οὐκ ἐποίησε τῷ πλησίον κακόν, ἐνταῦθα οὐ φόνου μόνου, ἀλλὰ καὶ πάσης ἄλλης ἁμαρτίας ἐκώλυσεν. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν. Τοὺς δὲ ἔγγιστα, ὥσπερ ἡμεῖς, ἁμαρτωλοὺς καὶ ἀσθενεῖς νοήσομεν, ἵνα μὴ ἁμαρτωλοὶ ἁμαρτίαν ἑτέροις ὀνειδίζωμεν, νουθετῶμεν δὲ μᾶλλον ἀλλήλους, καὶ διδάσκωμεν. Τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει. Κἂν ἀσθενεῖς ὦσι, κἂν πτωχοί, κἂν βάρβαροι, κἂν ἀλλότριοι. Ὁ γὰρ τοὺς πονηρευομένους ἐξουδενῶν, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζων, πολλοὺς ἐκ πονηρίας ἀποτρέπει, προτρέπει δὲ πρὸς εὐσέβειαν.