Ancient Greek
ΨΑΛΜΟΣ ΛΕʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΛΕʹ.
Not analysed yet
Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν. Οὐχ ἀπλῶς παράνομον, ἀλλὰ τὸν ὑποκριτὴν καὶ δόλιον ὁ ψαλμὸς ὑποτίθεται, τὸν πολὺν ἐν τῇ ψυχῇ βόρβορον παρανομίας ἔχοντα, καὶ διὰ τοῦτο λέγοντα ἐν ἑαυτῷ τοῦ ἁμαρτάνειν ἀποτιθέμενον. Διὰ τί δέ, ἐν ἑαυτῷ, λέγει; Ἐπειδὴ ταῦτα λογίζεται ἅπερ φανερῶς εἰπεῖν ἢ φοβεῖται ἢ αἰσχύνεται. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου. Οἶκος τοῦ Θεοῦ, τὸ σῶμα αὐτοῦ, πιότης τὸ ἐκχυθὲν ἀπὸ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ, ἐξ οὗπερ οἱ πιστοὶ πάντες μέθην σωτήριον ἐμεθύσθημεν. Χείμαῤῥος γὰρ τρυφῆς τὰ τοῦ Χριστοῦ πάθη. Χείμαῤῥος μέν, ἐπειδὴ ἐν ἀκμῇ τοῦ χειμῶνος τῆς ἡμετέρας ἁμαρτίας ἐπράττετο, ὅτε πᾶσα μὲν ἀρετή, ἀγάπη δὲ μάλιστα ἡ πρὸς Θεὸν ψυγήσασα ἐνενέκρωτο. Ὥστε τὸν προφήτην Ζαχαρίαν περὶ τῆς ἡμέρας τοῦ σταυροῦ λέγειν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς· ψύχος καὶ παγετὸς ἔσται· ἡμέρα μεγάλη ἐστί. Τρυφῆς δὲ εἰκότως ἐλέγετο. Σφόδρα γὰρ ὁ Χριστὸς ἐνετρύφα τοῖς ὑπὲρ ἡμῶν πάθεσιν, τοῦ τε διαβόλου καταπαίζων, καὶ ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡδόμενος. Τοῦτον ἡμᾶς τὸν χειμάῤῥουν τῆς τρυφῆς μυστικῶς ποτίζει. Τὸ γὰρ τοῦ Δεσπότου πάθος μαρτύριον τοῖς δούλοις γεγένηται.