Ancient Greek
ΨΑΛΜΟΣ ΛϚʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΛϚʹ.
Not analysed yet
Νεώτερος ἐγενόμην. Καλῶς ἡμᾶς ἀναμιμνήσκει τῆς κρίσεως, ἵνα μὴ πρὸς τὴν ἐνταῦθα θεωρήσαντες σύγχυσιν, ἀρετῆς ἀμελήσωμεν· ὁρῶντες τοὺς ἐν ἀρεταῖς, ἐν ἀδοξίᾳ τῇ παρὰ ἀνθρώποις, καὶ πόνοις τυγχάνοντας. Οὐκ ἐγκαταλείψει γὰρ αὐτοὺς ὁ Θεός, τουτέστιν οὐχ ὑπερόψεται· φυλάττει δὲ αὐτοὺς εἰς τὸν αἰῶνα τὸν μέλλοντα, ἔνθα τῶν ἀγαθῶν ἡ δόσις ἀτελεύτητος.