Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΜΑʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΜΑʹ.
Not analysed yet
Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ. Ψαλτῳδοὶ καὶ οὗτοι, ψαλμοὺς παρὰ τοῦ Δαβίδ, οὓς αὐτὸς προεφήτευσε, δανειζόμενοι. Εἰς σύνεσιν δὲ ἴσως ὁ ψαλμὸς ἐπιγράφεται, ἐπειδὴ πρόγονος αὐτοῖς ὁ Κορὲ ἐγεγόνει παράνομος, ὁ τῷ Μωσῇ μετὰ Δαθὰν καὶ Ἀβειρὼν ἐπαναστάς. Οὗτοι δὲ πάντως τὸν πρόγονον οὐκ ἐζήλωσαν, ἀλλ’ οὐδὲ οἱ τούτων πατέρες, ὅθεν πάσης τῆς τοῦ Κορὲ συναγωγῆς ἀπολλυμένης, εὐφορίσαντες ἑαυτούς, ὡς εἰκώς, ἐκεῖνοι τῆς τοῦ Κορὲ κακίας, ἐσώθησαν. Τοῦτο γὰρ κατ’ ἐκεῖνον τὸν καιρόν, ὥστε μὴ ἀπολέσθαι, καὶ ἄλλῳ ὁ Μωϋσῆς τῷ λαῷ διετάξατο. Τὸ δὲ ἀληθέστερον εἰς τὸ τέλος εἰς σύνεσιν ὁ ψαλμὸς ἐπιγέγραπται, ἐπειδὴ προμηνύει τὸ βάπτισμα, ὃ πρὸς τῷ τέλει μὲν καὶ μετὰ τοὺς Ἰουδαϊκοὺς καθαρισμοὺς νενομοθέτηται. Προελθεῖν δὲ τούτῳ σοφία τις ἀληθῶς ὑπάρχει καὶ σύνεσις.