Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΜΔʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΜΔʹ.
Not analysed yet
Περίζωσαι τὴν ῥομφαίαν. Ῥομφαίαν καλεῖ τὸν σταυρόν· αὐτῷ γὰρ καθάπερ ῥομφαίᾳ χρησάμενος, ἐχθροὺς δύο ἀνεῖλε, διάβολόν τε καὶ θάνατον. Μηρὸν δὲ τὴν σάρκα ἀπὸ μέρους τὸ πᾶν φησι. Ὡς τό, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ. Ζώσασθαι τοίνυν τὸν σταυρὸν ἐν τῇ σαρκὶ τὸν ὄντως δυνατὸν τῇ ὡραιότητι καὶ τῷ κάλλει, τουτέστι τῇ θεότητι καὶ τῇ ἀνθρωπότητι παρακαλεῖ· ἵνα τῇ μὲν ἀνάσχηται τὰ περὶ ἡμῶν πάθη, τῇ δὲ τῶν παθῶν ὡς ἀπαθὴς περιγένηται. Ἢ καὶ φιλανθρωπίαν τὴν ὡραιότητα καὶ τὸ κάλλος νοήσαιμεν. Οὐδὲν γὰρ οὕτως εὐπρεπὲς τῷ Θεῷ, ὡς τὸ σῶσαι τὸ ἴδιον πλάσμα. Καὶ ἔντεινε κατὰ τῶν ἐχθρῶν, καὶ κατευοδοῦ κατὰ τῶν πιστῶν, καὶ βασίλευε ἑκατέρων, ἵνα τοὺς μὲν ὑποτάξῃς τοὺς ἐχθρούς, τοὺς δὲ στεφανώσῃς τοὺς πιστούς. Τοῦτο γὰρ κριτοῦ καὶ βασιλέως ἴδιον. Ἀλλὰ καὶ ἀληθείας ἕνεκεν ὁ Χριστὸς τὴν τῶν Ἰουδαίων ὑπόκρισιν ἔλεγχε, καὶ πραότητος δὲ χάριν ἐκαρτέρει πειραζόμενος. Ἀλλὰ καὶ δεξιὰ τοῦ Υἱοῦ ὁ Πατήρ, ὥσπερ τοῦ Πατρὸς ὁ Υἱός. Παρὰ τοῦ Πατρὸς τοίνυν ὁ Χριστὸς ὁδηγεῖται, οὐχ ὁδηγοῦ χρῄζων, ἀλλ’ ὥσπερ κοινὴν ὁδὸν εἶναι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν καθ’ ἡμᾶς οἰκονομίαν ἣν ὁδεύει μὲν ὁ Υἱὸς (οὗτος γὰρ ἐνεργεῖ τὸ μυστήριον), ὁδηγεῖ δὲ ὁ Πατήρ, ὅτι αὐτοῦ εὐδοκίᾳ ἐπράττετο.