Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΝΓʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΝΓʹ.
Not analysed yet
Ὁ Θεός, ἐν τῷ ὀνόματί σου. Μὴ διὰ πράξεις, φησίν, οὐδὲ γὰρ ἀξιοχρέους ἔχω, μὴ διὰ πατέρων εὐγένειαν (ἄλλος γὰρ ἄλλον διασώζειν οὐ δύναται), ἀλλ’ ἐν τῷ ὀνόματί σου· εἰ γάρτοι αὕτη σωτηρία διηνεκὴς καὶ ἄσυλος ἵσταται. Εἰ γὰρ λῃσταῖς τινες ἢ βαρβάροις περιπεσόντες, εἶτα ὄνομα δυναστῶν παραγαγόντες, ὡς ἐκείνων οἰκεῖοι τοὺς κινδύνους ἐκφεύγουσι, πῶς οὐ πολὺ μᾶλλον ἐν τῷ ὀνόματι τοῦ Θεοῦ ἀπὸ πάσης ἐπιβουλῆς δαιμόνων σωζόμεθα; Καὶ ἐν τῇ δυνάμει σου κρίνον με. Κρίσιν, οὐχ ὅτι κατακριθῶμεν, ἀλλ’ ὥστε ἐλευθερωθῆναι τοῦ τυραννοῦντος βουλεύεται· διόπερ ἐν δυναστείᾳ κριθῆναι προσηύξατο· ἵνα τοῦ ἀντιδίκου εἴτε τοῦ αἰσθητοῦ, εἴτε τοῦ νοητοῦ τῇ δυναστείᾳ τοῦ Θεοῦ χειρωθέντος, ἡμεῖς γενώμεθα τῶν ἐπηρεαζόντων ἀλλότριοι. Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου. Οὐδὲν γὰρ ὅπλον πρὸς τοὺς ἐχθροὺς ὑπὲρ τὴν εὐχὴν ἰσχυρώτερον ἔχομεν, μόνον ἐὰν τοῦ ἄξια τοῦ Θεοῦ προσευξόμεθα, ὅπερ ὁ Προφήτης ἑαυτῷ συνειδὼς ἐνωτίσασθαι τὸν Θεὸν τὰ ῥήματα τοῦ στόματος βούλεται, ἵνα διαγνούς, ὅτι οὐδὲν ἀνθρώπινον ζητεῖ, τὴν θυσίαν τῆς προσευχῆς προσδέξεται. Ὅτι ἀλλότριοι ἐπανέστησαν. Ἀλλότριοι πάντες οἱ μὴ φρονοῦντες τὰ τοῦ Θεοῦ, κἂν συγγενεῖς, κἂν φίλοι, κἂν ἀδελφοὶ τυγχάνωσι. Διὸ καὶ ἐπιβουλεύειν ἡμῖν ὡς ἀλλότριοι ἀλλοτρίοις, καὶ συγγενεῖς ὄντες, πολλάκις οὐκ αἰσχύνονται. Οἱ γὰρ ἑαυτοὺς ἀλλοτριώσαντες τοῦ Θεοῦ, πῶς πολὺ μᾶλλον καὶ τοῦ νόμου τῆς φύσεως ἀλλότριοι γίνονται; Κραταιοὺς δὲ τοὺς ἰσχυροὺς τῇ κακίᾳ λέγει, οἵτινες εἰς τοσοῦτον ἰσχυρὰν καὶ ἀνένδοτον τὴν πονηρίαν κέκτηνται, ὥστε καὶ εἰς ἑαυτὴν ἐπιβουλεύειν τὴν ψυχήν, οὐ μόνον τὸν αἰσθητὸν ἡμῖν, ἀλλὰ καὶ τὸν νοητὸν κατασκευάζοντες θάνατον. Ἐξομολογήσομαι τῷ ὀνόματί σου. Ἀκούσιον γὰρ θυσίαν ὁ Θεὸς οὐ προσδέχεται· οὐδέποτε γὰρ τῷ προσφέροντι, ἀλλὰ τῷ ἀναγκάζοντι τὴν προσφορὰν λογίζεται. Ὅπερ εἰδὼς καὶ Παῦλος ὁ ἀπόστολος, ἔλεγε· Μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δώτην ἀγαπᾷ ὁ Θεός. Σὺ δὲ καὶ ἀπὸ καιροῦ τὸ ἑκούσιον νόησον. Πολλάκις γὰρ θλίψει περιπεσόντες γινόμεθα ἑαυτῶν εὐλαβέστεροι. Χρὴ δὲ ἡμᾶς καὶ τῆς θλίψεως μεταβληθείσης παραπλησίως εὑρίσκεσθαι. Τῶν πολεμίων τὸν ὄλεθρον θεασάμενος, ἐξομολόγησιν εἶπεν τὴν εὐχαριστίαν· ἀγαθὸν γὰρ τὸ ἐπ’ αὐτῇ κατόρθωμα· ὁ γὰρ εὐχαριστῶν τῷ εὐεργέτῃ, φιλοτιμώτερον αὐτὸν ἐν τοῖς ἑξῆς ἐργάζεται· ἡ δὲ τῶν ἁμαρτημάτων ὧν ἔχει καὶ τῶν μελλόντων λύτρωσις, αὐτῷ ἐργάζεται οἰκείωσιν Θεοῦ, ἐλπίδα τῶν μελλόντων ἀγαθῶν, πάσης θλίψεως ἀπαλλαγήν, ὥστε εἰς μακαριότητα τῷ τοιούτῳ ὁ βίος μεθίσταται.