Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΝΔʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΝΔʹ.
Not analysed yet
Ὀλιγοψυχίαν τὴν λοιδορίαν καλεῖ, καταιγίδα δὲ τὴν ἀκμὴν τοῦ πειρασμοῦ, καὶ βίαν, καὶ σφοδρότητα· ὧν ἐξ ἑκατέρας χρὴ παρὰ Θεοῦ προσδέξασθαι τὴν βοήθειαν. Ὁ Χριστὸς δὲ οὐχ ὡς ἑαυτῷ τοῦτο προσεύχεται, ἀλλὰ τοῖς ἀποστόλοις ὀλιγωροῦσι κατὰ τὸν καιρὸν τοῦ πάθους· ὥστε καὶ πρὸς αὐτοὺς ἐπιτιμῶν εἶπεν· Οὕτως; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Εἰ ἐπὶ κακῷ συμφωνία δεινόν, καὶ ἐκ τοῦ ἐναντίου μέγα ἀγαθὸν ἡ τῶν ἐπὶ κακῷ συμφωνησάντων διάλυσις. Καὶ οἱ ὁμονοήσαντες γοῦν ἐπὶ τῇ πυργοποιίᾳ, τὸ ἔχειν φωνὴν μίαν καὶ χεῖλος ἕν, πάντες ἐνεποδίσθησαν, μεγίστῃ δυσσεβείᾳ συγχυθέντες, ὡς μηκέτι ὁμοφωνίαν ἔχειν. Ὅταν ἡ κακία καθ’ ἑαυτὴν μερισθῇ, ἔχομεν τὸ ἀσφαλὲς οἱ παρ’ αὐτῆς πολεμούμενοι· οὐκέτι γὰρ αἱ ἐξ αὐτῆς ἐπιβουλαὶ πιστεύονται. Τοιγαροῦν τοῦ Χριστοῦ θαυματουργοῦντος τῶν Ἰουδαίων αἱ γλῶσσαι διῃρέθησαν· καὶ οἱ μὲν ἔλεγον· Οὐκ ἔστι παρὰ Θεοῦ ὁ ἄνθρωπος οὗτος, ὅτι οὐ τηρεῖ τὸ Σάββατον· ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.