Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΞΔʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΞΔʹ.
Not analysed yet
Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ. Ἰστέον δέ, ὥς τινες τῶν συγγραφέων μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον εὐετηρίαν ἔφασαν γεγονέναι, καὶ πλῆθος ὄμβρων, καὶ πολὺν ῥεῦσαι τὸν Ἰορδάνην, ὃν ἔφασαν εἰρῆσθαι τοῦ Θεοῦ ποταμόν· καίτοι γεγονότων ἐν πλείστῃ πενίᾳ, καθάπερ Ἕσδρας ἐδίδαξε, καὶ τῆς τῶν ἐθνῶν κλήσεως ἀπαιτούσης, ἀκόλουθα τὰ λοιπὰ τοῦ ψαλμοῦ. Οἱ δὲ μυθικῶς φασιν ἔσεσθαι ταῦτα μετὰ τὴν Ἰουδαίων ἐν ἐσχάτοις ἀνάκλησιν οἰκοδομηθησομένης τῆς Ἱερουσαλήμ.