Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΟΑʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΟΑʹ.
Not analysed yet
Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Τὴν κένωσιν τοῦ Μονογενοῦς τὴν εἰς τὴν Θεοτόκον Παρθένον λέγει· πόκον δὲ αὐτῆς τὴν γαστέρα δικαίως ἐκάλεσεν· ἐπειδὴ τοῦ Θεοῦ Λόγου τὴν ἐπιδημίαν ἡσυχῆ καὶ ἀψοφητί, καθάπερ πόκος τὸν ὑετόν, ἐδέξατο. Τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν σταγόνων ἐρεῖς. Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες. Νῦν μὲν ἑκόντες, ἐν δὲ τῷ μέλλοντι καὶ ἄκοντες. Οὔπω γάρ, κατὰ τὸν Ἀπόστολον, ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Ἀλλὰ τότε κάμψει αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Ἐχθροὶ δὲ αὐτοῦ λείχοντες χοῦν, οἱ τὰς τῆς σαρκὸς ἡδυπαθείας τιμῶντες. Ἐκ τόκου καὶ ἐξ ἀδικίας. Πείσει τοίνυν, φησί, τοὺς ἀδικίᾳ καὶ πλεονεξίᾳ χαίροντας, ἐλέῳ καὶ φιλανθρωπίᾳ κεχρῆσθαι. Τοῦτο δὲ ἦν ὅπερ ἐπεσημήνατο ἡ τοῦ Εὐαγγελίου Γραφὴ φήσασα· Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, οὓς καὶ ἀποστόλους ὠνόμασεν. Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν. Ποῖον ὄνομα; Ὁ Χριστός, ἀφ’ οὗ Χριστιανοὶ κεκλήμεθα. Οὕτω γὰρ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον τῶν δι’ αὐτοῦ σωθέντων καὶ πιστευσάντων καθέστηκεν· ὥστε τοὺς μὲν πλούτου, τοὺς δὲ ἀξίας, τοὺς δὲ καὶ αὐτῆς τῆς ζωῆς καταφρονῆσαι, ἵνα μὴ τὸ τῶν Χριστιανῶν ἀρνήσασθαι ὑπομείνωσιν ὄνομα. Καὶ προσεύξονται περὶ αὐτοῦ. Οὐδὲ γὰρ ἐν ἐκκλησίαις μόνον, ἀλλὰ καὶ ἐν ἀγοραῖς καὶ ἐν οἴκοις διηνεκῶς ἡ τοῦ Χριστοῦ εὐλογία, τουτέστι δοξολογία, παρὰ τῶν εἰς αὐτὸν πεπιστευκότων κηρύττεται. Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Πᾶσαι γὰρ φυλαί, πᾶσαι γλῶσσαι καὶ χῶραι, πρότερον ἐν τῇ πλάνῃ διάγουσαι, νῦν συμφώνως τὴν εὐλογίαν ἐδέξαντο· ὅθεν αὐτὸν καὶ μακαριοῦσι· ποῖον μακαρισμόν, ἢ πάντως τὸν ἐν τοῖς Εὐαγγελίοις κείμενον· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας; Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ. Διὰ τί δὲ διπλασιάζει τό, Γένοιτο; Ἐπιταχῦναι τὴν ἡμετέραν ἐλευθερίαν βουλόμενος καὶ τὴν τῶν δικαίων ἐλπίδα. Ὅταν γὰρ ἡ γῆ πληρωθῇ τῆς δόξης τοῦ Χριστοῦ, τότε ὁ παρὼν κόσμος συντελεῖται, καὶ ἡ βασιλεία τῶν οὐρανῶν ἐμφανίσεται.