Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΟΒʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΟΒʹ..1
Not analysed yet
Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ Πόδας καὶ διαβήματα τὰς πρακτικὰς πορείας καὶ τὰ τῆς διανοίας προσαγορεύων κινήματα, ὡς αὐτὸς ἡμᾶς ἐν ἑτέρῳ μέρει τῆς τῶν Ψαλμῶν προφητείας ἐδίδαξε, Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου, λέγων. Καὶ πάλιν· Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου. Οὐ μὴν ἐσαλεύθη τοὺς πόδας· τουτέστι, τὴν πολιτείαν ἐπὶ τὸ χεῖρον οὖν ἔτρεψεν, οὐδὲ ἐξεχύθη τὰ διαβήματα· οὐδὲ γὰρ τὰς ὁρμὰς τῆς ψυχῆς εἰς ἀσωτίαν ἔτρεψεν. Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ. Οὐ γὰρ ἔστιν ἀνάνευσις ἐκ τοῦ θανάτου τῆς ἁμαρτίας, σαφῶς δὲ τὸ εἰρημένον ἐν Παροιμίαις πάσχουσιν· Ἀσεβὴς ἐμπεσὼν εἰς βάθη κακῶν, καταφρονεῖ. Οὐδὲ τὰ ἀνθρώπινα παθεῖν ὑπομένουσιν. Θεωρεῖς ἡλίκον εἰς σαφήνειαν δύναται καὶ λέξις μία προστεθεῖσα τῷ πράγματι. Ἐξὸν γὰρ εἰπεῖν, Ἐν κόποις οὔκ εἰσιν, Ἐν κόποις ἀνθρώπων, προσέθηκεν. Ἄνθρωπον δὲ ἐνταῦθα νόει τὸν φυλάττοντα τοῦ λογικοῦ τὸ ἀξίωμα, τόν τε ἐν ἀρεταῖς ὄντα· ἢ τόν, ὅταν πταίσῃ, διὰ μετανοίας τῆς ἐπιφερομένης παρὰ Θεοῦ διορθούμενον. Ἐν τούτοις τούτων κόποις οὐκ εἰσὶν οἱ ἁμαρτωλοί, οὐδὲ μετὰ ἀνθρώπων μαστίζονται· τουτέστιν, οὐ μετὰ δικαίων κοπιῶσι καὶ ἐργάζονται· καὶ περὶ ὧν εἴρηται· Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται καὶ τὸν ἴδιον κόπον. Οὐδὲ μετὰ τῶν ὀλισθησάντων καὶ ἐλπίδα σωτηρίας ἐχόντων μαστίζονται· εἰς οὓς γέγραπται· Ὃν ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὂν παραδέχεται. Περιεβάλοντο ἀδικίαν. Ἐφ’ οἷς ἐχρῆν αἰσχύνεσθαι, ἐπὶ τούτοις σεμνύνονται, ὥστε καθάπερ περιβολαίοις καὶ σκέπῃ τοῖς πλημμελήμασι χρήσασθαι. Καλῶς δὲ ἀλλήλοις ταῦτα συνῆψε τὰ πλημμελήματα· ἀπὸ γὰρ τῆς ὑπερηφανίας εἰς ἀδικίαν ὡς τὰ πολλὰ καὶ εἰς πλεονεξίαν ἄνθρωποι πίπτουσι. Οὐ δύναται δὲ τῶν αἱρετικῶν ἢ τῶν βλασφήμων ἐπικρατεῖν ἄχρι πολλοῦ τὰ ῥήματα· διέρχονται δὲ τὴν γῆν, ὀλίγους τινὰς κατὰ πάροδον βλάπτοντα. Τοῦτο συνιέντες οἱ πιστοί, κἂν τύχωσι πλανηθέντες, ἐπιστρέφουσι· περὶ ὧν τὰ ἑξῆς ὁ Ψαλμῳδὸς ἐμελῴδησε. Καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα. Τουτέστιν, Ἄρα μάτην τοὺς λογισμούς, μάτην τὰς πράξεις ἐκάθηρα, καὶ τὴν καρδίαν μὲν ἐδικαίωσα, μηδὲν ἐν αὐτῇ λογιζόμενος ἄδικον· τὰς χεῖρας δὲ ἐν ἀθώοις ἔπλυνα, ἐν ἀγαθαῖς δηλαδὴ πράξεσι ταῖς οὐκ ἐχούσαις τὴν ἐξ ἁμαρτίας ζωήν. Τουτέστι, Ζημίαν οὐ διελογιζόμην· ζημία γὰρ ὄντως ψυχῆς ἡ ἁμαρτία, Θεοῦ φιλίαν αὐτὴν ζημιοῦσα, τῶν ἀγαθῶν τὸ κάλλιστον. Καὶ ἐγενόμην μεμαστιγωμένος. Ὁ γὰρ ἑαυτὸν μαστιγῶν ἐφ’ οἷς ἐπλημμέλησε, καὶ τὸν οἰκεῖον ἔλεγχον εἰς τὰς πρωΐας, ἐν φωτὶ δηλαδή, καὶ οὐκ ἐν σκότῳ, τιθέμενος, οὗτος ἐν λογισμοῖς καθαρεύει καὶ πράξεσιν. Ἐλέγχεται δὲ ἐν φωτὶ μὲν ὁ παῤῥησίας μεταδιδοὺς τοῖς ἐλέγχουσιν, ὁ τὸ σοφὸν ἐκεῖνο λόγιον ἐπιτηρῶν, ὅπερ ἐν Παροιμίαις εἴρηται· Ἔλεγξαι σοφόν, καὶ ἀγαπήσει σε. Ἐν σκότῳ δὲ ὁ φεύγων τοὺς ἐντρέποντας· εἰς ὃν ὁ δεύτερος στίχος τῆς Παροιμίας ἥρμοσεν· Ἔλεγχε τὸν ἄφρονα, καὶ προσθήσει τοῦ μισῆσαί σε. Ὅτι ἐξεκαύθη ἡ καρδία μου. Ἐξουδένωμαί, φησι, καὶ αὐτός· τουτέστιν, Ἐν εὐτελείᾳ γέγονα· ἐπειδὴ ἐξεκαύθη ἡ καρδία μου εἰς πλεονεξίαν, εὔδηλον καὶ οἱ νεφροί μου ἠλλοιώθησαν· εἰς ἡδονὰς δὲ νόησον. Ὅταν γάρ τις ὑπὸ τῆς τῶν ἁμαρτωλῶν εὐθηνίας δολωθείς, ἐρεθισθῇ πρὸς τὴν ἐκείνων μίμησιν, παραχρῆμα ἐξουθενεῖται, καὶ φαυλίζεται, ἐκ τοῦ οἰκείου μεταπεσὼν ἀξιώματος. Σφόδρα δὲ ἁρμοδίως προστέθεικε τό, Οὐκ ἔγνων· ἐπειδήπερ ἀγνοοῦσιν οἱ πολλοὶ τὴν συμβαίνουσαν αὐτοῖς ἐκ τῶν ἁμαρτημάτων εὐτέλειαν· οἱ μὲν ὡς ἱερεῖς, οἱ δὲ ὡς ἄρχοντες, ἐκ τοῦ περικειμένου σχήματος ἀπατώμενοι. Κτηνώδης ἐγενήθην παρὰ σοί. Κτήνους γὰρ ἴδιον τὸ πλανᾶσθαι, καὶ πάλιν ἀπὸ τῆς πλάνης ῥάβδῳ τυχὸν ἢ χαλινῷ μετατίθεσθαι. Εἰς καιρὸν δὲ τὸ παρὰ σοὶ καὶ μετὰ σοῦ προσέθηκε, τὸν λόγον ἀσφαλιζόμενος· ἐπειδή τινές εἰσι, τῷ διαβόλῳ κτηνῶν δίκην ἀνοήτων ἑπόμενοι· περὶ ὧν εἴρηται, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἀλλὰ πῶς εἶναι διαπαντὸς μετὰ τοῦ Θεοῦ, ὁ τὴν ὁρμὴν ὅλως εἰ καὶ πρόσκαιρον ἐσχηκὼς ἐπὶ τὸ χεῖρον δύναται; Ἢ δῆλον, ὡς οὐχ ἁμαρτάνων τῇ προθέσει, ἀπατώμενος δὲ πέπονθε· διόπερ ἀνακοπεὶς τῷ χαλινῷ τῷ νόμῳ παραχρῆμα ἐπέστρεψε. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ἀπὸ τῶν βιωτικῶν δηλαδὴ καὶ ἀνθρωπίνων πραγμάτων. Ὅταν γὰρ ἐκεῖθεν ἐκλίπῃ, τουτέστιν, ὅταν ἀπ’ αὐτῶν ἀναχωρήσῃ καὶ παύσηται, τότε μερίδα τὸν Θεὸν ἕξει εἰς τὸν αἰῶνα· κτῆμα δὲ αὐτοῦ τῆς καρδίας ἐξαίρετον γίνεται, ὥστε Θεὸς αὐτῆς διὰ τὴν κτῆσιν καὶ τὴν ἐνοίκησιν λέγεσθαι.