Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΟΔʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΟΔʹ.
Not analysed yet
Ἐξομολογησόμεθά σοι, ὁ Θεός. Πρόσχες σαφῶς, ὅτι τὸ μὲν ἐξομολογεῖσθαι πολλῶν, τὸ δὲ διηγεῖσθαι σοῦ τοῦ Θεοῦ τὰ θαυμάσια, ἑνὸς ἐκ πολλῶν ἦν, ἐξομολογουμένου καὶ ἐπικαλουμένου· διὸ πληθυντικῷ μὲν προσώπῳ τὰ πρότερα. Πλὴν ἀλλὰ καὶ διπλῆν ἐξομολόγησιν τῷ Θεῷ προσφέρειν οἱ μέλλοντες, αὐτὸν ἐπικαλεῖσθαι χρῄζομεν· τὴν μὲν τοῖς λόγοις, τὴν δὲ τοῖς ἔργοις· λόγοις μὲν ἐν προσευχῇ, ἔργοις δὲ ἀναχωροῦντες ἐκείνων ἐφ’ οἷς ἐξομολογεῖσθαι καὶ μεταμελεῖσθαι λέγομεν. Οὕτω γὰρ ἡμῶν ὁ Θεός, ὡς καθαρθέντων, τὴν ἐπίκλησιν δέχεται. Ἐπιτρέπει δὲ καὶ διηγεῖσθαι τὰ οἰκεῖα θαυμάσια, ὅσα ταῖς Γραφαῖς ταῖς θεοπνεύστοις ἐμφέρεται. Ὅταν λάβω καιρόν. Τὸν καιρὸν λέγει τὸν αἰῶνα τὸν μέλλοντα. Νῦν γὰρ οὐκ ἔχει καιρὸν ἡμῶν ἡ κρίσις, πολλῶν μὲν ἁμαρτωλῶν, πολλῶν δὲ δικαίων μεταβαλλομένων εἰς θάτερον. Ὅτι οὔτε ἁπὸ ἐξόδων. Ἐκ τῆς τοῦ Θεοῦ, φησί, δοκιμασίας καὶ κρίσεως ὑψοῦντος καὶ ταπεινοῦντος ὂν βούλεται· Κύριος γὰρ πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, οὐ μὴν ἀλόγως· ἀλλὰ τοὺς μὲν διὰ πλούτου, τοὺς δὲ διὰ πενίαν δοκιμάζοντος.