Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΟΓʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΟΓʹ.
Not analysed yet
Ὡς ἐν δρυμῷ ξύλων. Ἀξίνας τὰς βλασφήμους τῶν Ἰουδαίων νοήσεις γλώσσας, τὰς δὲ αὐτὰς πέλυκα καὶ λαξευτήριον· καὶ θαυμαστὸν οὐδέν· ἀλλαχοῦ γὰρ μάχαιραν ὀξεῖαν αὐτὰς προσηγόρευσεν. Αὗται τοίνυν ἐξέκοψά, φησι, καὶ κατέῤῥαξαν τὰς θύρας αὐτῆς, δηλαδὴ τὰς εἰσόδους τῆς εἰς Χριστὸν πίστεως. Ὄνομα δὲ τοῦ Πατρὸς ὁ Υἱός, ὡς αὐτὸς γνωρίζων τὸν Πατέρα, καὶ δι’ αὐτοῦ γνωριζόμενος. Τούτου τὸ σκήνωμα (φησὶ δὲ τὴν οἰκονομίαν) εἰς γῆν τοῖς πάθεσιν ἐβεβήλωσαν· ἐν οὐρανῷ γὰρ δεδοξασμένος καὶ κατὰ τὸν καιρὸν τῶν παθημάτων ἔμεινεν. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν. Ποίας δὲ ἑορτάς; δῆλον ὡς ἐκείνας, αἵτινες ἀπὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἠλπίζοντο, οἷον ἀῤῥωστημάτων ἰάσεις, πλάνης ἀπαλλαγή, θεογνωσίας εἴσοδος. Αὗται γὰρ ἀληθῶς ἑορταὶ Θεοῦ, χαίρειν ἀτελεύτητα τὸν ἄνθρωπον, καὶ πανηγυρίζειν διαπαντὸς παρέχουσαι. Ταύτας τοίνυν διὰ τῆς εἰς αὐτὸν ἐπιβουλῆς ἀνελεῖν ἐφαντάσθησαν. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου. Δράκοντα καθόλου πᾶσαν ἀντικειμένην προσαγορεύει δύναμιν· τοῦτο μέν, ὡς ἰὸν ἀναιρετικὸν ἔχουσαν· τοῦτο δὲ πρὸς ἀνάμνησιν τοῦ γεγονότος ἐν παραδείσῳ δράματος, ὅτε τὸν ὄφιν ὑπεισελθὼν ὁ ἐχθρὸς ἠπάτησε τὸν πρωτόπλαστον ἄνθρωπον. Τούτων τὰς κεφαλὰς συνέτριψεν ὁ Χριστὸς ἐν τῷ ὕδατι, αὐτός τε βαπτισθείς, καὶ παραδοὺς τοῖς ἀνθρώποις βαπτίζεσθαι. Κεφαλὴ δὲ τῶν νοητῶν δρακόντων ἡ ἁμαρτία. Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους. Ὥσπερ γὰρ αὐτὸς ἐνεργεῖ διὰ τοῦ ἁγίου Πνεύματος τὰ χαρίσματα, οὕτω ξηραίνει καὶ ἀναιρεῖ τὰ τοῦ πλάνου, ἅπερ δὴ καὶ τὸ ποταμοὺς Ἐθὰμ εἰκότως προσηγόρευσεν. Ἡθὰμ γὰρ βάτος ἑρμηνεύεται. Ἐπὶ φαύλοις δὲ τοῦτο καρποῖς παρὰ τῇ θείᾳ Γραφῇ τὸ φυτὸν διαβάλλεται. Σή ἐστιν ἡ ἡμέρα, σή ἐστιν ἡ νύξ. Ἀναμιμνήσκει τῆς ἑαυτοῦ δημιουργίας τὸν κτίσαντα, ἐκλελησμένον μὲν οὐδαμῶς, ὁμολογεῖσθαι δὲ αὐτὴν παρὰ πάντων, ὡς αὐτοῦ κτίσμα τυγχάνει, βουλόμενος, πολλὴν οὕτω τάξιν καὶ παντοδαπὴν ἔχουσαν, ὡς τὴν μὲν ἡμέραν τῇ νυκτὶ παραχωρεῖν, τῷ θέρει δὲ τὸ ἔαρ ὑπεξίστασθαι, ὅροις μετρεῖσθαι τὴν γῆν, καίτοιγε διὰ τὸ μέγεθος δοκοῦσαν ἀμέτρητον. Ὦν ἕκαστον Δημιουργὸν τὸν Θεόν, ἐπιστημόνως αὐτὰ διαταξάμενον, δείκνυσιν. Μὴ παραδῷς τοῖς θηρίοις. Πένητας τοὺς ἁμαρτωλοὺς καλεῖ, τοὺς μηδένα πλοῦτον δικαιοσύνης ἔχοντας, πᾶσαν δὲ τὴν πατρῴαν καταφαγόντας ὕπαρξιν· τούτων ὁ Θεὸς εἰκότως ἐπιλελῆσθαι νομίζεται μακροθυμῶν, καὶ τὴν ἐπ’ αὐτοῖς δίκην ὑπερτιθέμενος.