Ancient Greek
ΨΑΛΜΟΣ ΠΡΩΤΟΣ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΠΡΩΤΟΣ.
Not analysed yet
Μακάριος ἀνήρ. Δεῖ γὰρ πρῶτον κατορθοῦσθαι τὴν εὐσέβειαν, καὶ τότε τὴν τοῦ βίου πολιτείαν ῥυθμίζεσθαι. Ἀλλ’ ἐκεῖ μὲν μὴ πορευθῆναι, ἐνταῦθα δὲ τὸ μηδὲ στῆναι προσέταξεν. Ἴνα τῆς μὲν ἀσεβείας μηδ’ ὄσον ἐν παρόδῳ μεταλαβεῖν, ἢ ψαῦσαι φυλαξόμεθα· ἁμαρτίας δὲ (εἰ καί τις ἡμῖν πάροδος ὑπαρχθεῖσιν γένοιτο) στῆναι ὅμως ἐν αὐτῇ, τουτέστιν ἐνίστασθαι, ἢ ἐπιμένειν ἐγκλίνομεν. Λοιμοὺς δὲ καλεῖ τοὺς ἀμφιβόλους ἀνθρώπους, τοὺς τὴν δικαιοσύνην κατορθοῦντας ἐν σχήματι, τὴν κακίαν δὲ μετιόντας ἐν τοῖς πράγμασι. Τὸν βίον γὰρ οὗτοι λυμαίνονται τὸν ἀνθρώπινον. Καθέδρα γὰρ λοιμῶν, ἡ τῶν δικαστῶν τῶν προδιδόντων τὰ δίκαια· καθέδρα λοιμῶν, ὁ τῶν ψευδοδιδασκάλων θρόνος· καθέδρα λοιμῶν, ἡ τῶν ὑποκριτῶν στολή· καθέδρα λοιμῶν, ἡ τῶν ἱερέων ὑπόκρισις· ἐν ταύτῃ κελεύει μὴ καθέζεσθαι. Καὶ ἔσται ὡς τὸ ξύλον. Ἀπεῤῥίφησαν δὲ Ἰουδαῖοι ἀνέμου κατὰ τῶν ἰσχυροῦ τοῦ κηρύγματος τῶν ἀποστόλων πνεύσαντος, καὶ καθάπερ ὁ χνοῦς εἰς οὐδὲν διελύθησαν. Οὐ πόλιν γάρ, οὐ λατρείαν, οὐχ ἕτερόν τι τῶν ἐξ ἀρχῆς ἔχοντες, ἐσκορπίσθησαν εἰς ὅλον τῆς γῆς, καθάπερ ὁ χνοῦς ἠτιμωμένοι τὸ πρόσωπον.