Ancient Greek
ΨΑΛΜΟΣ Ϛʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ Ϛʹ.
Not analysed yet
Ἐλέησόν με, Κύριε. Διδάσκει τίνα δεῖ τρόπον προσεύχεσθαι, πῶς δεῖ ταπεινοῦσθαι, καὶ τοῦ Θεοῦ προκαλεῖσθαι τὸν ἔλεον. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Τεταράχθαι γε μὴν τὰ ἑαυτοῦ ὀστᾶ φησι, καὶ προσέτι τὴν ψυχήν. Καὶ ὀστᾶ μὲν ἴσως κατά γε τὴν ἐν πνεύματι Θεωρίαν νοηθεῖεν ἂν αἱ λόγῳ ληπταὶ τῆς ψυχῆς δυνάμεις, αἳ καὶ ἀνέχουσιν αὐτὴν εἰς νοητὴν εὐρωστίαν. Οἷον ἐγκράτεια, φρόνησις, ἡ κατὰ Θεὸν ἀνδρεία, σωφροσύνη, καὶ δικαιοσύνη, καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς, ὧν οὐκ οὐσῶν ἐν ἡμῖν ἀσυγχύτως (ἤγουν ἐν κόσμῳ τῷ δέοντι) διὰ τὸ τὴν ἰδίαν οὐκ ἔχειν ἰσχύν, ἀνάγκη ταράττεσθαι τὴν ψυχὴν ἀτακτούντων ἐν αὐτῇ τῶν παθῶν. Ἀπόστητε ἀπ’ ἐμοῦ πάντες. Ὁρᾷς ὡς ὅταν ἀποστῶμεν τῶν ἐργατῶν τῆς ἀνομίας (εἴτε ἀνθρώπων, εἴτε λογισμῶν), τότε ὁ Θεὸς τὰς ἡμετέρας δεήσεις ἑτοίμως καὶ τὴν προσευχὴν δέχεται.