Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 3
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) 3
Not analysed yet
Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήρισας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Οὐ μάτην τοίνυν ὁ Χριστὸς τῷ πατρὶ αὐτοῦ ταῦτα ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων προσεύχεται, ἀλλ’ ἐπειδὴ τὰ κατ’ αὐτῶν βέλη φησὶ τουτέστι ὅσας πληγὰς διὰ τὸν Ἀδὰμ ἐπῆλθον κατὰ τῆς κοινῆς φύσεως, ἐμοὶ ἐνεπάγησαν. ἐπειδὴ γὰρ ἐγὼ τὰς τοῦ γένους ἁμαρτίας ἀνέλαβον, ἀναγκαίως καὶ τὰς ὑπὲρ αὐτῶν παιδείας ὑφίσταμαι· διὸ καὶ ἐπεστήρισας ἐπ’ ἐμὲ τὴν χεῖρά σου τὴν παιδευτικὴν περὶ ἧς Ἰὼβ ἔλεγεν· χεὶρ κυρίου ἡ ἀψαμένη μού ἐστιν.