Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 6
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) 6.13
Not analysed yet
Καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου. Τί ἐβιάζοντο; τὴν περὶ αὐτοῦ δόξαν. διὰ φθόνον γὰρ ἐπιβουλεύοντες, ἐβούλοντο δοκεῖν ὑπὲρ τοῦ νόμου ζῆλον. δηλοῖ δὲ ὁ ἑξῆς στίχος σαφέστερον. Καὶ οἱ ζητοῦντες τὰ κακά μου ἐλάλησαν ματαιότητας. Ποίας ταύτας ὁ Λουκᾶς λέγει· ἤρξαντο κατηγορεῖν αὐτοῦ λέγοντες τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι ,τοῦ Ἰησοῦ καὶ ταῦτα ὅτε παρὰ τὼν ἡρωδιανῶν καὶ φαρισαίων ἐπερωτήθη λέγοντος· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.