Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 6
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) 6.12
Not analysed yet
Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Φίλους καὶ πλησίον τοὺς λοιποὺς ἴσως Ἰουδαίους λέγει, φίλους μὲν οὐκ ὡς φιλοῦντας τὸν Ἰησοῦν, ἀλλ’ ὡς παρ’ αὐτοῦ φιλουμένους. ὡς γὰρ δημιουργὸς τὸ οἰκεῖον ἐφίλει πλάσμα, καὶ ὡς ποιμὴν ἀγαπᾶ τὰ ἐξ Ἰσραὴλ ἀπολωλότα πρόβατα . πλησίον τοὺς αὐτοὺς διὰ τὴν ἐκ τῆς σαρκὸς ἐγκαλεῖ συγγένειαν. τούτων ἐγγύτεροι, μᾶλλον δὲ καὶ ἐγγύτατοι διὰ τὴν εἰς αὐτὸν πίστιν ἐτύγχανον οἱ ἀπόστολοι. οὐκοῦν οἱ μὲν Ἰουδαῖοι οὕστινας φίλους καὶ πλησίον ἐκάλεσεν ἐξ ἀναιδείας πολλῆς οὐ πόρρωθεν ἀλλ’ ἐκ τοῦ σύνεγγυς ἱστάμενοι τῷ Ἰησοῦ ἐπεβούλευον. οἱ δὲ ἔγγιστα τουτέστιν οἱ ἐγγύτατοι εἶναι δὲ τούτους τοὺς ἁγίους ἔφημεν, πόρρωθεν ἵσταντο κατὰ τὸν καιρὸν τοῦ πάθους, οὐκ ἐπιβουλεύοντες αὐτοὶ ἀλλὰ τοὺς ἐπιβουλεύοντας εὐλαβούμενοι.