Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 6
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) 6.17
Not analysed yet
Ὅτι ἐγὼ εἰς μάστιγας ἔτοιμος. Τούτου γὰρ ἕνεκα μετὰ σαρκὸς ἐλθεῖν εἰς τὸν κόσμον ὑπέμεινεν ὡς αὐτὸς ἔλεγεν προσευχόμενος· τί εἴπω; Πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστιν διαπαντός. Ἡ πρὸς ἡμᾶς δηλονότι συμπάθεια ἧς ἕνεκα τοῦ οἰκείου πάθους ἔχει διαπαντὸς τὴν ἀνάμνησιν· ἀφ’ ὧν γὰρ πέπονθεν, φησὶν ὁ Παῦλος αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.