Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 6
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) 6.18
Not analysed yet
Ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ. Καὶ μὴν ἀνομίαν οὐκ εἶχεν, ἀναγγεῖλαι δὲ ὅμως ὡς οἰκεῖα τὰ ἡμέτερα καὶ διὰ τοῦτο προσευχόμενος ἔλεγεν· ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. εἰ γὰρ καὶ ἡ ἐξομολόγησις ἐπ’ εὐχαριστίας ἐνταῦθα παραλαμβάνεται ἀλλ’ ὅμως καὶ τὴν εὐχαριστίαν ἐπὶ τῇ λυτρώσει τῶν ἡμετέρων ἁμαρτημάτων πεποίηται, ὅτε τοὺς Ἰουδαίους ἐκάκιζεν βλασφημοῦντας αὐτὸν ὡς ἁμαρτωλῶν φίλον καὶ τελωνῶν τυγχάνοντα. Καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Ἁμαρτίαν ἑαυτοῦ τὴν τοῦ γένους τοῦ ἡμετέρου καλεῖ ὡς ἀπαρχὴ γεγονὼς τοῦ ἀνθρωπίνου φυράματος, ὡς νέος Ἀδὰμ ἐν ἑαυτῷ τὸν παλαιὸν ἀναπλᾶσαι βουλόμενος, ὑπὲρ οὗ τῆς ἁμαρτίας μεριμνᾷ τινα καθαρθῇ τρόπον. μεριμνῶντος γὰρ ἦν ἅπερ ἐν εὐαγγελίοις ἐφθέγξατο ῥήματα· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη φησίν. ἐκεῖνο γὰρ ἔλεγεν ὃ τὰς ἡμετέρας ἀκάνθας ἐδαπάνησεν.