Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 6
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) 6.20
Not analysed yet
Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν. Τουτέστιν οἱ τῶν ἀναβλεψάντων τυφλῶν καὶ τῶν ὀρθωθέντων χωλῶν συγγενεῖς ἢ πολῖται ἢ γείτονες ἀντ’ εὐχαριστίας αὐτῷ συκοφαντίας προσέφερον. καὶ τίνος χάριν τοῦτο διεπράττοντο γνωρίζει τὸ ἑπόμενον. Ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον ἀγαθοσύνην. Τὴν ἐμήν φησιν φιλανθρωπίαν καὶ ἀγαθότητα εἰς αἰτίαν διαβολῆς ἐλάμβανον, καὶ παράνομον ἐκάλουν καὶ ἀντίθεον, ἐπειδὴ ἐν σαββάτῳ τοὺς αὐτῶν ἀρρώστους ἐθεράπευσεν.