Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 6
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) 6.7
Not analysed yet
Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους. Ἐταλαιπώρησεν οὐκ ἐν τῷ σταυρῷ μόνον ἀλλὰ καὶ πρὸ τοῦ σταυροῦ, πολλὰ ὡς γεωργὸς ὑπομένων ἵνα τὸ ἡμέτερον καθάρῃ γεώργιον. κατεκάμφθη δὲ ἕως τέλους, ὅτε τὸν ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον· ὁ γὰρ πάσης τῆς κτίσεως ὑψηλότερος μέχρις αὐτῆς ἐκάμφθη τῆς γῆς, ἐκεῖθεν ἀναστῆσαι τὸν πεσόντα βουλόμενος. Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Καὶ τίνος χάριν ἐσκυθρώπαζεν ἡ τοῦ κόσμου χαρά, διδάσκει τὰ ἐχόμενα.