Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 6
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) 6.8
Not analysed yet
Ὅτι αἱ ψύαι ἐμαὶ ἐπλήσθησαν ἐμπαιγμάτων καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐμπαίγματα καλεῖ τὰ κατὰ τὸν σταυρὸν πάθη, ἐπειδὴ χλευάζοντες ταῦτα οἱ παῖδες τῶν Ἰουδαίων ἔπραττον τούτων φησὶν ἐμπλήσθην ἐν αὐτοῖς ἰάσασθαι σκοπήσας τὰ τῶν ἀνθρώπων ἁμαρτήματα. ἀλλὰ τοῖς. Ἰουδαίοις οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου τουτέστι ἐν τοῖς πάθεσιν τῆς ἐμῆς σαρκός· προσκόπτουσι γὰρ τῷ σταυρῷ ἐφ’ ᾧ καὶ μόνῳ ἁμαρτωλοῖς ἡ σωτηρία πάρεστιν. διόπερ εἰκότως ἐσκυθρώπαζεν.