Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 6
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) 6.9
Not analysed yet
Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. Ἐκακώθην συκοφαντούμενος, ἐταπεινώθην μηδὲν τοῖς συκοφαντοῦσι ἀποκρινόμενος. οὕτως δὲ σφόδρα ἐταπεινώθην, ὁρκίζοντος τοῦ ἀρχιερέως· εἰ σὺ εἶ ὁ Χριστός, οὐκ εἶπον ναί, ἀλλὰ σὺ λέγεις ,ἐμαυτὸς μηδὲ ἐν τούτῳ δοξάσαι βουλόμενος, εἰ καὶ ἐκεῖνοι τὴν ἀμφίβολον ἀπόκρισιν ὑπὸ τῆς ἀληθείας ἀναγκαζόμενοι, εἰς βεβαίωσιν ἔλαβον. ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Ὠρυόμην λέγει, ἵνα δείξῃ τοῦ στεναγμοῦ τὸ μέγεθος, καὶ ὅτι καθάπερ λέων θήρας ἐφιέμενος, εἶτα τέως οὐκ εὑρίσκων ὠρύεται, οὕτω καὶ αὐτὸς ἐστέναζεν ἡνίκα ἡ θῆρα τῆς τῶν Ἰουδαίων σωτηρίας οὐ προσήρχετο. βεβαιοῖ δὲ τὸν λόγον τὰ ἑπόμενα.