Ancient Greek · ~2 min
Section 2
Hesychius Hierosolymitanus, Homilia ii in sanctum pascha (homilia 4) (e cod. Sinaitico gr. 492) 2
Not analysed yet
Ποίοις λόγοις ἀσπάσομαι τάφον γεννῶντα ζωήν, μνῆμα φθορᾶς <μὲν> ἐλεύθερον, ἀφθαρσίας δὲ πρόξενον, παστάδα τριήμερον τὸν νυμφίον κοιμήσασαν, νυμφῶνα τὴν νύμφην ἄφθορον μετὰ γάμον ἐγείραντα; Νεκρὸν ἡ θήκη φυλαττομένη καὶ θεὸν ἡ γῆ σαλευομένη· νεκρὸν μὲν γὰρ αὐτὸν τὸ σῶμα βοᾷ, τὸ δὲ θαῦμα θεόν· νεκρὸν ἡ ταφή, θεὸν ἡ ἀνάστασις· νεκρὸν τῶν γυναικῶν καὶ τὰ δάκρυα, καὶ θεὸν τῶν ἀγγέλων τὰ ῥήματα. Ὡς νεκρὸν αὐτὸν Ἰωσὴφ ἐκήδευσεν, ἀλλ' ὁ κηδευθεὶς ὡς ἄνθρωπος οὗτος ὡς θεὸς τὸν θάνατον ἐσκύλευσεν. Πάλιν ὡς νεκρὸν οἱ στρατιῶται ἐφρούρησαν καὶ ὡς θεὸν οἱ πυλωροὶ τοῦ ᾅδου θεωρήσαντες ἔπτηξαν.