Ancient Greek · ~4 min
Section 3
Hesychius Hierosolymitanus, Homilia ii in sanctum pascha (homilia 4) (e cod. Sinaitico gr. 492) 3
Not analysed yet
Τὸν αὐτὸν δὲ τοῦτον κἀκεῖνον ἐρεῖς, οὐκ ἄλλον καὶ ἄλλον, οὐδὲ ἄλλον ἐν ἄλλῳ, οὐδὲ ἄλλον δι' ἄλλου· εἷς γὰρ ὢν ὁ σαρκωθεὶς Λόγος εἰς ἓν ταῦτα κἀκεῖνα ὡς ἠβουλήθη ἀρρήτῳ λόγῳ συνήγαγεν· καὶ τὴν μὲν σάρκα διακονῆσαι τοῖς πάθεσι δέδωκεν, τῇ θεότητι δὲ πρὸς τὰ σημεῖα καὶ τὰ θαύματα κέχρηται, ἀλλ' ὥσπερ οὐ θεμιτὸν τὸν Λόγον ἐκ τῆς σαρκὸς χωρίζεσθαι, οὕτως ἀνάγκη τὰ παθήματα συμπεπλέχθαι τοῖς θαύμασιν. Ὁ γὰρ ὡς νεκρὸς εἰς ᾅδου καταβάς, οὗτος ὡς θεὸς τοὺς νεκροὺς ἠλευθέρωσεν, ἐπεί πως τάφῳ διακονοῦσιν ἄγγελοι, πὼς δὲ λευχείμονες ὡς ἐπὶ νυμφίῳ ταῖς γυναιξὶν ἐμφανίζονται, πὼς δὲ πρὸς αὐτὰς ἔλεγον· »Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπεν. Τουτέστιν οὐρανὸς αὐτῷ τόπος, ἐκεῖ τὰ μύρα πέμψατε. Ἠγέρθη, οὐχ ἡμεῖς αὐτὸν ἠγείραμεν. Ὑμῶν ἕνεκα τὸν λίθον ἐκυλίσαμεν· πρὶν γὰρ ἡμᾶς καταβῆναι, ὁ τάφος ἐκεκένωτο. Ἠγέρθη, καθὼς εἶπεν αὐτός.»