Ancient Greek · ~5 min
Section 4
Hesychius Hierosolymitanus, Homilia ii in sanctum pascha (homilia 4) (e cod. Sinaitico gr. 492) 4
Not analysed yet
Ὃ ἄγγελος εἶπεν, οὐ χωρεῖ οὐδὲ προφήτης ἑρμηνεῦσαι· Ὡσηὲ τὸν καιρὸν τῆς ἀναστάσεως λέγει, Ἠσαΐας οἶδεν, ἀλλὰ τὸ πῶς οὐκ ἐπίσταται. Ταῦτα μὲν γὰρ Ὡσηὲ προφητείας τὰ ῥήματα· «Πορευσώμεθα καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς» πέπαικεν «καὶ ἰάσεται ἡμᾶς· πατάξει καὶ μοτώσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ.» Ἄκουε πάλιν ποῖα Ἠσαΐας ἐσάλπισεν· «Ἠισχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών. Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν ὄψεσθε, νῦν αἰσχυνθήσεσθε.» Πρὸς γὰρ τοὺς Ἰουδαίους τὸν λόγον ἀπετείνετο· νῦν ἀναστήσομαι ὅταν ἐγείρω τὸν Ἀδὰμ ὃν ἡ παράβασις ἔρριψεν, νῦν δοξασθήσομαι ὅταν τοῖς ἔθνεσιν τῶν παθῶν συστήσω τὴν ἀπάθειαν, νῦν ὑψωθήσομαι τὴν ὑμετέραν ἀπαρχὴν εἰς οὐρανοὺς ὑψῶν καὶ εἰς τὴν καθέδραν τῶν χερουβὶν ἐπαίρων «τὴν τοῦ δούλου μορφὴν» ἥνπερ ἐξ ὑμῶν κέκτημαι, νῦν ὄψεσθε παυομένους τοὺς τύπους, ἀνθοῦσαν τὴν ἀλήθειαν, νῦν αἰσχυνθήσεσθε συκοφαντοῦντες ῥήμασιν καὶ ἡττώμενοι πράγμασιν, ὅτι τῷ θεῷ ἡ δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τοῦ μακαρίου Ἡσυχίου, εἰς τὸ ἅγιον Πάσχα.