Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta Fragment 7.C
Not analysed yet
37. Καρνεάδου Λίβυος φιλοσόφου τελευτήσαντος, ἡ σελήνη ἐξέλιπε καὶ ὁ ἥλιος ἀμυδρὸς ἐγένετο. 38. Κράτης καὶ Πολέμων οὕτως ἐφιλείτην ἀλλήλω, ὥστε καὶ ζῶντε οὐ μόνον τῶν αὐτῶν ἤστην ἐπιτηδευμάτων, ἀλλὰ καὶ μέχρι σχεδὸν ἀναπνοῆς ἐξωμοιώσθην ἀλλήλοιν, καὶ θανόντε τῆς αὐτῆς ταφῆς κοινωνείτην. Ἔωθεν καὶ Ἀρκεσίλαος μετελθὼν παρὰ Θεοφράστου πρὸς αὐτοὺς, ἔλεγεν, ὡς εἶεν θεοί τινε ἢ λείψανα τῶν ἐκ τοῦ χρυσοῦ γένους. Καὶ γὰρ ἤστην οὐ φιλοδημώδεε, ἀλλ ̓ οἷον Διονυσόδωρόν ποτε τὸν αὐλητήν φασιν εἰπεῖν, σεμνυνόμενον ἐπὶ τῷ μηδὲν τῶν κρουμάτων αὐτοῦ μήτ ̓ ἐπὶ τριήρους μήτ ̓ ἐπὶ κρήνης ἀκηκοέναι, καθάπερ Ἰσμηνίου. 39. Κράντωρ ὁ Σολεὺς ἐθαύμαζεν Ὅμηρον καὶ Εὐριπίδην, λέγων ἐργῶδες [εἶναι ἐν τῷ κυρίῳ] τραγικῶς καὶ συμπαθῶς γράψαι, καὶ προεφέρετο τὸν στίχον τὸν ἐκ τοῦ Βελλεροφόντου· Οἵμοι. —Τί δ ̓ οἴμοι; θνητά τοι πεπόνθαμεν. Ἦν δὲ δεινὸς ὀνοματοποιῆσαι· ποιητοῦ γοῦν τινος σκίφης μεστοὺς εἶναι τοὺς στίχους εἶπε, καὶ τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. 40. Κλεάνθης ὁ μαθητὴς Κράτητος τοσοῦτον γέγονε φιλόπονος, ὡς καὶ δεύτερος Ἡρακλῆς προσαγορευθῆναι· μὴ ἔχων γὰρ ὅθεν τραφείη, τὰς μὲν νύκτας ἤντλει ὕδωρ μισθοῦ, μεθ ̓ ἡμέραν δὲ τοῖς μαθήμασιν ἐσχόλαζεν, ὅθεν ἐπωνομάσθη Φρεάντλης. Οὗτος τὸ ἀπὸ τοῦ κόπου αὐτοῦ συναχθὲν κέρμα εἰς μέσον ποτὲ ἀγαγὼν τῶν γνωρίμων, ἔφη· «Κλεάνθης μὲν καὶ ἄλλον Κλεάνθην δύναιτ ̓ ἂν τρέφειν, εἰ βούλοιτο· οἱ δὲ ἔχοντες ὅθεν τρέφονται, παρ ̓ ἑτέρων ἐπιζητοῦσι τὰ ἐπιτήδεια, καίπερ ἀνειμένως φιλοσοφοῦντες.» Εἰπόντος τινὸς, Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα, «Παῦσαι, ἔφη, καὶ μὴ ψέγε, εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ.» Καὶ ὁ Ἀρκεσίλαος, «Οὐ κολακεύομαι,» φησί· πρὸς ὃν Κλεάνθης, «Ναί [σε] κολακεύω, φησὶ, φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν.» Ἐρωτῶντός τινος, τί ὑποθήσεται τῷ υἱῷ, ἔφη· «Τὸ τῆς Ἠλέκτρας, Σῖγα, σῖγα, λευκὸν (l. λεπτὸν) ἴχνος. . .» Σωσίθεον τὸν ποιητὴν ὑβρίσαντα αὐτὸν, καὶ μετανοήσαντα προσήκατο, εἰπὼν ἄτοπον εἶναι, τὸν μὲν Διόνυσον καὶ τὸν Ἡρακλέα φλυαρουμένους ὑπὸ τῶν ποιητῶν μὴ ὀργίζεσθαι, αὐτὸν δ ̓ ἐπὶ τῇ τυχούσῃ βλασφημίᾳ δυσχεραίνειν.