Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta Fragment 7.L
Not analysed yet
41. Λεύκιππος ὁ Ἐλεάτης ἔλεγεν ἄπειρα εἶναι τὰ πάντα, καὶ εἰς ἄλληλα μεταβάλλειν· τό τε πᾶν εἶναι κενὸν, καὶ πλῆρες σωμάτων· τούς τε κόσμους γίνεσθαι, σωμάτων εἰς τὸ κενὸν ἐμπιπτόντων καὶ ἀλλήλοις περιπλεκομένων. Ἔκ τε τῆς κινήσεως κατὰ αὔξησιν γίνεσθαι τὴν τῶν ἀστέρων φύσιν. Φέρεσθαι δὲ τὸν ἥλιον ἐν μείζονι κύκλῳ παρὰ τὴν σελήνην· τὴν γῆν ὀχεῖσθαι περὶ τὸ μέσον δινουμένην· σχῆμά τε αὐτῆς τυμπανοειδὲς εἶναι. Πρῶτός τε ἀτόμους ἀρχὰς ὑπεστήσατο. Τὸ πᾶν ἄπειρόν φησι, τούτου δὲ τὸ μὲν πλῆρες εἶναι, τὸ δὲ κενόν. Καὶ στοιχεῖά φησι κόσμους τε [ἐκ τούτων] ἀπείρους εἶναι, καὶ διαλύεσθαι εἰς ταῦτα. Γίνεσθαι δὲ τοὺς κόσμους οὕτως· φέρεσθαι κατ ̓ ἀποτομὴν ἐκ τῆς ἀπείρου πολλὰ σώματα παντοῖα τοῖς σχήμασιν εἰς μέγα κενὸν, ἅπερ ἀθροισθέντα μίαν ἀπεργάζεσθαι δίνην, καθ ̓ ἣν προσκρούοντα καὶ παντοδαπῶς κυκλούμενα διακρίνεσθαι χωρὶς τὰ ὅμοια πρὸς τὰ ὅμοια· ἰσορρόπων δὲ διὰ τὸ πλῆθος μηκέτι δυναμένων περιφέρεσθαι, τὰ μὲν λεπτὰ χωρεῖν εἰς τὸ ἔξω κενὸν, ὥσπερ διαττόμενα· τὰ δὲ λοιπὰ συμμένειν, καὶ περιπλεκόμενα συγκατατρέχειν ἀλλάλοις, καὶ ποιεῖν πρῶτόν τι σύστημα σφαιροειδές. Τοῦτο δὲ οἷον ὑμένα ὑφίστασθαι, περιέχοντα ἐν ἑαυτῷ παντοῖα σώματα, ὧν κατὰ τὴν τοῦ μέσου ἀντέρεισιν περιδινουμένων, λεπτὸν γίνεσθαι τὸν πέριξ ὑμένα, συρρεόντων ἀεὶ τῶν συνεχῶν κατ ̓ ἐπίψαυσιν τῆς δίνης. Καὶ οὕτω γενέσθαι τὴν γῆν, συμμενόντων τῶν ἐνεχθέντων ἐπὶ τὸ μέσον. Αὐτόν τε πάλιν τὸν περιέχοντα οἷον ὑμένα αὔξεσθαι, κατὰ τὴν ἐπικράτησιν (ἐπέκρυσιν D.) τῶν ἔξωθεν σωμάτων· δίνῃ τε φερόμενον αὐτὸν ὧν ἂν ἐπιψαύσῃ, ταῦτα ἐπικτᾶσθαι· Τούτων δέ τινα συμπλεκόμενα ποιεῖν σύστημα, τὸ μὲν πρῶτον κάθυγρον καὶ πηλῶδες, ξηρανθέντα δὲ καὶ περιφερόμενα σὺν τῇ τοῦ ὅλου δίνῃ, εἶτ ̓ ἐκπυρωθέντα τὴν τῶν ἄστρων ἀποτελέσαι φύσιν. Εἶναι δὲ τὸν τοῦ ἡλίου κύκλον ἐξώτατον, τὸν δὲ τῆς σελήνης προσγειότατον, τῶν ἄλλων μεταξὺ τούτων ὄντων. Καὶ πάντα μὲν τὰ ἄστρα πυροῦσθαι διὰ τὸ τάχος τῆς φορᾶς, τὸν δὲ ἥλιον καὶ ὑπὸ τῶν ἀστέρων ἐκπυροῦσθαι, τὴν δὲ σελήνην ὀλίγον τοῦ πυρὸς μεταλαμβάνειν. Ἐκλείπειν δὲ ἥλιον καὶ σελήνην*, τῷ κεκλίσθαι τὴν γῆν πρὸς μεσημβρίαν. Τὰ δὲ πρὸς ἄρκτῳ ἀεί τε νίφεσθαι καὶ κατάψυχρα εἶναι καὶ πήγνυσθαι. Τὸν [μὲν] ἥλιον ἐκλείπειν σπανίως, τὴν δὲ σελήνην συνεχῶς, διὰ τὸ ἀνίσους εἶναι τοὺς κύκλους αὐτῶν. Εἶναι δὲ, ὥσπερ γενέσεις κόσμου, οὕτω καὶ αὐξήσεις καὶ φθίσεις [καὶ φθορὰς] κατά τινα ἀνάγκην, ἣν ὁποία ἐστὶν [οὐ] διασαφεῖ.