Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta Fragment 7.CH
Not analysed yet
75. Χοιρίλος Σάμιος, ποιητὴς, ἔγραψε τὴν Ἀθηναίων νίκην κατὰ Ξέρξου, ἐφ ̓ οὗ ποιήματος κατὰ στίχον στατῆρα χρυσοῦν ἔλαβε, καὶ σὺν τοῖς Ὁμήρου ἀναγινώσκεσθαι ἐψηφίσθη. 76. Χρύσιππον τὸν φιλόσοφον αἰτιῶνταί τινες προνοεῖν λέγοντα ὅπως ποριστέον τῷ σοφῷ. Φασὶ γὰρ, τίνος χάριν ποριστέον αὐτῷ· εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκα, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὐτὴ ἀδιάφορον· εἰ δὲ τῆς ἀρετῆς, αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. Καταγέλαστοι δέ φασι καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει· καὶ οἱ ἀπὸ φιλίας· λήμματος γὰρ ὤνιος ἡ φιλία ἔσται· καὶ οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ ἡ σοφία. Τοῦτον τὸν Χρύσιππόν φασιν ἧξαι ἐπὶ φιλοσοφίαν, τῆς οὐσίας αὐτοῦ τῆς πατρῴας εἰς τὸ βασιλικὸν ἀναληφθείσης. Τέλος.