Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta Fragment 7.PH
Not analysed yet
68. Φαίδων Ἠλεῖος, ὁ Σωκράτους μαθητὴς, αἰχμάλωτος ὑπὸ Ἰνδῶν ληφθεὶς, εἶτα πραθεὶς πορνοβοσκῷ τινι, προέστη ὑπ ̓ αὐτοῦ πρὸς ἑταίρησιν ἐν Ἀθήναις. Ἐντυχὼν δὲ Σωκράτει ἐξηγουμένῳ, ἠράσθη τῶν λόγων αὐτοῦ, καὶ αἰτεῖ λύσασθαι. Ὁ δὲ πείθει Ἀλκιβιάδην πρίασθαι αὐτόν· αὐτοῦ κληθείσης Ἠλειακῆς αἱρέσεως, ἥτις ὕστερον ὑπὸ Μενεδήμου τοῦ Ἐρετριέως Ἐρετριακὴ προσηγορεύθη. 69. Φερεκύδην τὸν Σύριον (ἔστι δὲ μία τῶν Κυκλάδων νήσων ἡ Σύρα) φασὶν οὐ σχεῖν διδάσκαλον, ἀλλ ̓ ἑαυτὸν ἀσκῆσαι κτησάμενον τὰ Φοινίκων ἀπόκρυφα βιβλία. Οὗτος πρῶτος τὸν περὶ μετεμψυχώσεως λόγον εἰσήνεγκε. Γέγονε δὲ φθειρόβρωτος. 70. Φιλήμων ὁ Συρακούσιος ὑπὸ σφοδροῦ γέλωτος ἐτελεύτησεν, ὡς δὴ καὶ Φιλιστίων ὁ Νικαεὺς, εἰς ὃν καὶ ἔστι τοῦτο τὸ ἐπίγραμμα· Ὁ τὸν πολυστένακτον ἀνθρώπων βίον γέλωτι μίξας Νικαιεὺς Φιλιστίων. Οὗτος ἔγραψε τὸν Φιλόγελων. 71. Φιλίσκον τὸν Μιλήσιον ῥήτορα, πρότερον αὐλητὴν ὄντα παραδοξότατον, Ἰσοκράτης ὁ ῥήτωρ αὐλοτρύπην ἐκάλεσεν. 72. Φιλητᾶς ὁ Κῶος ἰσχνωθεὶς ἐκ τοῦ ζητεῖν τὸν καλούμενον ψευδόμενον λόγον ἀπέθανε. 73. Φίλων ὁ Ἑβραῖος τοσαύτην πρὸς Πλάτωνα ὁμοιότητα ἔσχε κατά τε φράσιν καὶ διάνοιαν, ὡς εἰς παροιμίαν παρ ̓ Ἕλλησι τοῦτο χωρῆσαι· ἢ Πλάτων φιλωνίζει ἢ Φίλων πλατωνίζει. 74. Φιλόστρατος ὁ Λήμνιος, ὁ τὰς Εἰκόνας γράψας, υἱὸς ἦν τοῦ πρώτου σοφιστοῦ Φιλοστράτου Λημνίου. Οὗτος ὁ δεύτερος ἐσοφίστευσεν ἐν Ἀθήναις, εἶτα ἐν Ῥώμῃ, ἐπὶ Σεβήρου τοῦ βασιλέως.