Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta Fragment 7.H.1
Not analysed yet
32. Ἡράκλειτος ὑδέρῳ περιπεσὼν ἔλεγε τοῖς ἰατροῖς, εἴ τις δύναιτο ἔντερα ταπεινῶσαι, ὑγρόν τ ̓ ἐξεράσαι· ἀπειπόντων δὲ, ἔθηκεν ἑαυτὸν εἰς τὸν ἥλιον, καὶ ἐκέλευσε τοὺς παῖδας βολβίτοις καταπλάττειν. Οὕτω δὴ κατατεινόμενος, μὴ δυνηθεὶς ἀποσπάσαι τὰ βόλβιτα, ἔμεινε καὶ διὰ τὴν μεταβολὴν ἀγνοηθεὶς κυνόβρωτος γέγονεν. Οὗτος οὐδενὸς ἤκουσεν, ἀλλ ̓ αὐτὸς ἔφη διζήσασθαι καὶ μαθεῖν πάντα παρ ̓ ἑαυτοῦ. Ἔστι δὲ εἰς αὐτὸν ἐπίγραμμα· Πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος εἶτ ̓ ἔθανε. Σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο. Οὗτος τὴν οἴησιν ἱερὰν νόσον ἔλεγε, καὶ τὴν ὅρασιν ψεύδεσθαι, πῦρ εἶναι στοιχεῖον, καὶ πυρὸς ἀμοιβὴν τὰ πάντα ἀραιώσει καὶ πυκνώσει γινόμενα. Σαφῶς δὲ οὐδὲν ἐκτίθεται. Γίνεσθαί τε πάντα κατ ̓ ἐναντιότητα, καὶ ῥεῖν τὰ ὅλα ποταμοῦ δίκην. Πεπεράνθαι τε τὸ πᾶν, καὶ εἶναι κόσμον ἕνα· γεννᾶσθαί τε αὐτὸν ἐκ πυρὸς, καὶ πάλιν ἐκπυροῦσθαι κατά τινας περιόδους ἐναλλὰξ τὸν σύμπαντα αἰῶνα, καὶ τοῦτο γίνεσθαι καθ ̓ εἱμαρμένην· τῶν δὲ ἐναντίων τὸ μὲν ἐπὶ τὴν γένεσιν ἄγον καλεῖσθαι πόλεμον καὶ ἔριν· τὸ δὲ ἐπὶ τὴν ἐκπύρωσιν, ὁμολογίαν καὶ εἰρήνην. Καὶ τὴν μεταβολὴν, ὁδὸν ἄνω κάτω· τὸν τε κόσμον γίνεσθαι κατ ̓ αὐτήν· πυκνούμενον γὰρ τὸ πῦρ ἐξυγραίνεσθαι, συνιστάμενόν τε γίνεσθαι ὕδωρ, πηγνύμενον δὲ τὸ ὕδωρ εἰς γῆν τρέπεσθαι, καὶ ταύτην ὁδὸνεἶναι ἐπὶ τὸ κάτω. Πάλιν τε αὐτὴν τὴν γῆν χεῖσθαι, ἐξ ἧς τὸ ὕδωρ γίνεσθαι, ἐκ δὲ τούτου τὰ λοιπὰ, σχεδὸν πάντα ἐπὶ τὴν ἀναθυμίασιν ἀνάγων τὴν ἀπὸ τῆς θαλάσσης. Αὕτη δέ ἐστιν ἡ ἐπὶ τὸ ἄνω ὁδός. Γίνεσθαι δὲ ἀναθυμιάσεις ἀπό τε γῆς καὶ θαλάσσης, ἃς μὲν λαμπρὰς καὶ καθαρὰς, ἃς δὲ σκοτεινάς. Αὔξεσθαι δὲ τὸ μὲν πῦρ ἀπὸ τῶν λαμπρῶν, τὸ δὲ ὑγρὸν ἀπὸ τῶν ἑτέρων. Τὸ δὲ περιέχον ὁποῖόν ἐστιν, οὐ δηλοῖ· εἶναι μέντοι ἐν αὐτῷ σκάφας ἐπεστραμμένας κατὰ κοῖλον πρὸς ἡμᾶς, ἐν αἷς ἀθροιζομένας τὰς λαμπρὰς ἀναθυμιάσεις ἀποτελεῖν φλόγας, ἃς εἶναι τὰ ἄστρα. Λαμπροτάτην δὲ εἶναι τὴν τοῦ ἡλίου φλόγα καὶ θερμοτάτην. Τὰ μὲν γὰρ ἄλλα ἄστρα πλέον ἀπέχειν ἀπὸ τῆς γῆς καὶ διὰ τοῦτο ἧττον λάμπειν καὶ θάλπειν. Τὴν δὲ σελήνην προσγειοτέραν οὖσαν μὴ διὰ τοῦ καθαροῦ φέρεσθαι τόπου. Τὸν μέντοι ἥλιον ἐν διαυγεῖ καὶ ἀμιγεῖ κεῖσθαι, καὶ σύμμετρον ἀφ ̓ ἡμῶν ἔχειν διάστημα· τοιγάρτοι μᾶλλον θερμαίνειν τε καὶ φωτίζειν. Ἐκλείπειν τε καὶ ἥλιον καὶ σελήνην ἄνω στρεφομένων τῶν σκαφῶν. Τούς τε κατὰ μῆνα τῆς σελήνης σχηματισμοὺς γίνεσθαι στρεφομένης ἐν αὐτῇ κατὰ μικρὸν τῆς σκάφης. Ἡμέραν τε καὶ νύκτα γίνεσθαι καὶ μῆνας καὶ ὥρας ἐτείους καὶ ἐνιαυτοὺς ὑετούς τε καὶ πνεύματα καὶ τὰ τούτοις ὅμοια κατὰ τὰς διαφόρους ἀναθυμιάσεις. Τὴν μὲν γὰρ λαμπρὰν ἀναθυμίασιν φλογωθεῖσαν ἐν τῷ κύκλῳ τοῦ ἡλίου, ἡμέραν, τὴν δὲ ἐναντίαν ἐπικρατήσασαν, νύκτα ἀποτελεῖν. Καὶ ἐκ μὲν τοῦ λαμπροῦ τὸ θερμὸν αὐξανόμενον, θέρος ποιεῖν, ἐκ δὲ τοῦ σκοτεινοῦ τὸ ὑγρὸν πλεονάσαν χειμῶνα ἀπεργάζεσθαι. Περὶ δὲ τῆς γῆς οὐδὲν ἀποφαίνεται ὁποία ἐστί. Φέρονται δὲ εἰς αὐτὸν ἐπιγράμματα τάδε· Ἡράκλειτος ἐγώ· τί μ ̓ ἄνω κάτω ἔλκετ ̓ ἄμουσοι; οὐχ ὑμῖν ἐπόνουν, τοῖς δ ̓ ἔμ ̓ ἐπισταμένοις. Εἶς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δ ̓ ἀνάριθμοι οὐδείς. Ταῦτ ̓ αὐδῶ καὶ παρὰ Φερσεφόνῃ. Ἄλλο· Μὴ ταχὺς Ἡρακλείτου ἐπ ̓ ὀμφαλὸν εἴλεε βίβλον τοὐφεσίου· μάλα τοι δύςβατος ἀτραπιτός· ὄρφνη καὶ σκότος ἐστὶν ἀλάμπετον· ἢν δέ σε μύστης εἰσαγάγῃ, φανεροῦ λαμπρότερ ̓ ἠελίου. Λαμπρὸς δὲ [ἐνιότε] ἐν τοῖς συγγράμμασι καὶ σαφὴς, ὥστε καὶ τὸν νωθέστατον ῥᾳδίως γνῶναι, καὶ δίαρμα ψυχῆς λαβειϊν· ἥ τε βραχύτης καὶ τὸ βάρος τῆς ἑρμηνείας ἀσύγκριτον.