Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta Fragment 7.TH
Not analysed yet
33. Θεόδωρος ὁ κληθεὶς ἄθεος, εἶτα θεὸς, παντάπασιν ἀνῄρει τὰς περὶ θεῶν δόξας. Τέλος δὲ ὑπελάμβανε χαρὰν καὶ λύπην, τὴν μὲν ἐπὶ φρονήσει, τὴν δὲ ἐπὶ ἀφροσύνῃ· ἀγαθὰ δὲ φρόνησιν καὶ δικαιοσύνην, κακὰ δὲ τὰς ἐναντίας ἕξεις· μέσα δὲ ἡδονὴν καὶ πόνον. Ἀνῄρει δὲ καὶ φιλίαν, διὰ τὸ μήτε ἐν ἄφροσιν αὐτὴν εἶναι, μήτε ἐν σοφοῖς. Τοῖς μὲν γὰρ τῆς χρείας ἀναιρεθείσης καὶ τὴν φιλίαν ἐκποδὼν εἶναι· τοὺς δὲ σοφοὺς αὐτάρκεις ὑπάρχοντας μὴ δεῖσθαι φίλων. Ἔλεγε δὲ καὶ εὔλογον εἶναι τὸν σπουδαῖον [μὴ] ἐξαγαγεῖν ὑπὲρ τῆς πατρίδος ἑαυτὸν, οὐ γὰρ ἀποβάλλειν τὴν φρόνησιν ἕνεκα τῆς τῶν ἀφρόνων ὠφελείας· εἶναί τε πατρίδα τὸν κόσμον. Καὶ κλέψειν τε καὶ μοιχεύσειν καὶ ἱεροσυλήσειν ἐν καιρῷ· μηδὲν γὰρ τούτων φύσει αἰσχρὸν εἶναι, τῆς ἐπ ̓ αὐτοῖς δόξης αἰρομένης, ἣ σύγκειται ἕνεκα τῆς τῶν ἀφρόνων συνοχῆς. Οὗτος ἐκινδύνευσέ ποτε εἰς Ἄρειον πάγον ἀχθῆναι, εἰ μὴ Δημήτριος ὁ Φαληρεὺς αὐτὸν ἐρρύσατο· οἱ δέ φασι καὶ κώνειον αὐτὸν πιεῖν καταδικασθέντα. 34. Θεόδωρος ἄλλος, Σάμιος, συνεβούλευσεν ἄνθρακας ὑποτεθῆναι τοῖ θεμελίοις τοῦ ἐν Ἐφέσῳ ναοῦ. Καθύγρου γὰρ ὄντος, ἔφη, τοῦ τόπου, τοὺς ἄνθρακας τὸ ξυλῶδες ἀποβαλόντας, αὐτὸ τὸ στερεὸν ἀπαθὲς ἔχειν ὕδατι. 35. Θεόφραστος. Λέγεται εἰς τὴν Θεοφράστου. Διατριβὴν φοιτᾶν μαθητὰς πρὸς δισχιλίους.