Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta Fragment 7.M.1
Not analysed yet
42. Μενέδημος ὁ Ἐρετριεὺς ἀρχιτέκτονος υἱὸς ἦν, [adde e Diog. Οἱ δὲ καὶ σκηνογράφον αὐτὸν εἶναί φασιν καὶ μαθεῖν ἑκάτερα τὸν Μενέδημον]· ὅθεν γράψαντο; αὐτοῦ ψήφισμά τι καθήψατό τις Ἀλεξίνειος, σπὼν, ὡς οὔτε σκηνὴν οὔτε ψηφίσματα προσήκει τῷ σοφῷ γράφειν. Πεμφθεὶς δὲ φρουρὸς ὑπὸ τῶν Ἐρετριέων εἰς Μέγαρα, ἀνῆλθεν εἰς Ἀκαδημίαν πρὸς Πλάτωνα, καὶ θηραθεὶς κατέλιπε τὴν στρατείαν. Ἦν δὲ σεμνὸς ἱκανῶς, ὅθεν αὐτὸν Κράτης παρῳδῶν φησὶ Φλιάσιόν τ ̓ Ἀσκληπιάδην, καὶ ταῦρον Ἐρέτρην. Ὁ δὲ Τίμων οὕτω· Λῆρον ἀναστήσας ὀφρυωμένος· ἀφροσιβόμβαξ. Οὕτω δ ̓ ἦν σεμνὸς, ὡς Εὐρύλοχον τὸν Κασσανδρέα μετὰ Κλεῖππίδου Κυζικηνοῦ μειρακίου κληθέντα ὑπ ̓ Ἀντιγόνου, ἀντειπεῖν· φοβεῖσθαι γὰρ, μὴ Μενέδημος αἴσθοιτο· ἦν γὰρ ἐπικόπτης καὶ παρρησιαστής. Ἀντιγόνου συμβουλευομένου, (τί εἴποι,) εἰ ἐπὶ κῶμον ἀφίκοιτο, σιωπήσας τὰ ἄλλα, μόνον ἐκέλευσεν ἀπαγγεῖλαι, ὅτι βασιλέως υἱός ἐστι. Πρὸς τὸν ἀναίσθητον ἀναφέροντά τι αὐτῷ εἰκαίως, ἠρώτησεν, εἰ ἀφρὸν ἔχοι· φήσαντος δὲ καὶ πάμπλειστα κτήματα, «Πορεύου τοίνυν, ἔφη, κἀκείνων ἐπιμελοῦ, μὴ συμβῇ σοι καὶ ταῦτα διαφθεῖραι, καὶ κομψὸν ἰδιώτην ἀποβαλεῖν.» Πρὸς τὸν εἰπόντα πολλὰ τὰ ἀγαθὰ, ἐπύθετο πόσα τὸν ἀριθμὸν, καὶ εἰ νομίζοι πλείω τῶν ἑκατόν. Ἦν δὲ καὶ ἐκκλιτὴς καὶ τὰ τῆς σχολῆς ἀδιάφορος· οὔτε γὰρ τάξιν τινὰ ἦν παρ ̓ αὐτῷ βλέπειν, οὔτε βάθρα κύκλῳ διέκειτο, ἀλλ ̓ οὗ ἂν ἕκαστος ἔτυχε περιπατῶν ἢ καθήμενος ἤκουε, καὶ αὐτοῦ τοῦτον τὸν τρόπον διακειμένου. Κράτητος δέ ποτε περιισταμένου αὐτὸν, καὶ καθαπτομένου εἰς τὸ ὅτι πολιτεύεται, ἐκέλευσέ τισιν εἰς τὸ δεσμωτήριον ἐμβαλεῖν αὐτόν· τὸν δὲ μηδὲν ἧττον τηρεῖν παριόντα καὶ ὑπερκύπτοντα Ἀγαμεμνόνειόν τε καὶ Ἡγησίπολιν ἀποκαλεῖν. Ἦν δέ πως ἠρέμα καὶ δεισιδαιμονέστερος. Σὺν Ἀσκληπιάδῃ γοῦν ποτὲ κατὰ ἄγνοιαν ἐν πανδοκείῳ κρεάτων ῥιπτουμένων φαγὼν, ἐπεὶ μάθοι, ἐναυτία τε καὶ ὠχρία, ἕως Ἀσκληπιάδης ἐπετίμησεν αὐτῷ ὡς οὐδὲν, εἰπὼν, ἠνώχλησεν αὐτῷ τὰ κρέα [ἀλλ ̓ ἡ περὶ τούτων ὑπόνοια]. Ἦν δὲ φιλυπόδοχος, καὶ διὰ τὸ νοσῶδες τῆς Ἐρετρίας πλείω συνάγων συμπόσια. Προσεῖχε δὲ Ὁμήρῳ καὶ τοῖς μελικοῖς, εἶτα Σοφοκλεῖ καὶ Ἀχαιῷ, ᾧ καὶ τὸ δευτερεῖον ἐν τοῖς Σατύροις, Αἰσχύλῳ δὲ τὸ πρωτεῖον ἀπεδίδου. Πρὸς γοῦν τοὺς ἀντιπολιτευομένους ταῦτα προεφέρετο· Ἡλίσκετ ̓ ἆρα καὶ πρὸς ἀσθενῶν ταχὺς, καὶ πρὸς χελώνης ἀετὸς βραχεῖ χρόνῳ. Ταῦτα δέ ἐστιν Ἀχαιοῦ ἐκ τῆς σατυρικῆς Ὀμφάλης· ὥστε προσπταίουσιν οἱ λέγοντες, αὐτὸν μηδὲν ἀνεγνωκέναι πλὴν οὐδὲν εἶπε, πλὴν ὅτι ἐλευθέριος. Ἐν δὲ ταῖς ζητήσεσιν ὧδε μάχιμος ἦν, ὡς ὑπώπια φέρων ἀπῄει. Οὕτω δὲ ἦσαν οὕτος καὶ Ἀσκληπιάδης φίλοι, ὥστε Ἀρχεπόλιδος τρισχιλίας αὐτοῖς διαγράψαντος, στηριζομένους περὶ τοῦ τίς δεύτερος ἄρῃ, μηδέτερον λαβεῖν. Ἔγημαν δὲ γυναῖκας, Ἀσκληπιάδης μὲν τὴν θυγατέρα, τὴν δὲ μητέρα Μηνέδημος· κἀπειδὴ ἐτελεύτησε τῷ Ἀσκληπιάδῃ τὸ γύναιον, ἔλαβε τὸ τοῦ Μενεδήμου· ἐκεῖνός τε αὖ, ἐπειδὴ προὔστη τῆς πολιτείας, πλουσίαν ἔγημεν· ἐπέτρεψε μέντοι τὴν τῆς οἰκίας διοίκησιν τῇ προτέρᾳ γυναικί. Τὰ δὲ συμπόσια οὕτως ἐποιεῖτο· προηρίστα μετὰ δυοῖν ἢ τριῶν ἐς ὃ βραδέως ἦν τῆς ἡμέρας, ἔπειτά τις ἐκάλει τοὺς παραγενομένους, καὶ αὐτοὺς ἤδη δεδειπνηκότας· ὥστε, εἴ τις ἔλθοι θᾶττον, ἀνακάμπτων ἐπυνθάνετο τῶν ἐξιόντων, τί εἴη παρακείμενον, καὶ πῶς ἔχοι τοῦ χρόνου. Εἰ μὲν οὖν λάχανον ἦν ἢ τάριχον, ἀνεχώρουν, εἰ δὲ κρεάδιον, εἰσῄεσαν. Ἦν δὲ τοῦ μὲν θέρους ψίαθος ἐπὶ τῶν κλινῶν, τοῦ δὲ χειμῶνος κώδιον, προσκεφάλαιον δ ̓ αὑτῷ φέρειν ἔδει. Τό τε περιαγόμενον ποτήριον οὐ μεῖζον κοτυλιαίου· τράγημα θέρμος ἢ κύαμος, ἔστι δ ̓ ὅτε καὶ τῶν ὡρίων ἄπιος ἢ ῥοιὰ ἢ ὄχναι (l. ὦχροι) ἢ νὴ Δί ̓ ἰσχάδες. Λυκόφρων δὲ γράψας αὐτοῦ ἐγκώμιον, περὶ τούτου φησίν· Ὡς ἐκ βραχείας δαιτὸς ἡ βαιὰ κύλιξ αὐτοῖς κυκλεῖται πρὸς μέτρον, τράγημα δὲ ὁ σωφρονιστὴς τοῖς φιληκόοις λόγος. Τοῦτόν φασι τυράννων πολλάκις ἐλευθερῶσαι τὴν πατρίδα· φοιτᾶν γοῦν καὶ πρὸς Ἀντίγονον, καὶ βούλεσθαι ἐλευθερῶσαι πάλιν ἀυτήν· τοῦ δὲ μὴ εἴκοντος, ἐπ ̓ ἀθυμίας ἀσιτήσαντα ἑπτὰ ἡμερῶν τὸν βίον μεταλλάξαι. 43. Μέλισσος ἔλεγε τὸ πᾶν ἄπειρον εἶναι, καὶ ἀναλλοίωτον καὶ ἀκίνητον καὶ ἓν ὅμοιον ἑαυτῷ καὶ πλῆρες, κίνησίν τε μὴ εἶναι, δοκεῖν δὲ εἶναι. Καὶ περὶ θεῶν ἔλεγε μὴ δεῖν ἀποφαίνεσθαι, μὴ γὰρ εἶναι γνῶσιν αὐτῶν.