Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta Fragment 7.T
Not analysed yet
62. Τίμαιος Ταυρομενίτης γραοσυλλέκτρια ἐλέγετο, διὰ τὸ τὰ τυχόντα ἀναγράφειν. 63. Τιμόλαος ὁ Λαρισσαῖος ῥήτωρ ἐδιπλασίασε τὴν Ἰλιάδα, παρεμβαλὼν στίχον πρὸς στίχον. Ἔχει δὲ οὕτως· Μῆνιν ἄειδε, θεὰ, Πηληιάδεω Ἀχιλῆος, ἣν ἔθετο Χρύσου κεχολωμένος εἵνεκα κούρης, οὐλομένην, ἢ μυρί ̓ Ἀχαιοῖς ἄλγε ̓ ἔθηκε μαρναμένοις, ὅτε Τρωσὶν ἄτερ πολέμιζον ἄνακτος. Πολλὰς δ ̓ ἰφθίμους ψυχὰς Ἀΐδι προΐαψεν Ἕκτορος ἐν παλάμῃσι δαῖζομένων ὑπὸ δουρί. 64. Τριβωνιανὸς κολακεύων Ἰουστινιανὸν βασιλέα, ἔπειθεν αὐτὸν, ὅτι οὐκ ἀποθανεῖται, ἀλλὰ μετὰ σαρκὸς εἰς οὐρανὸν ἁρπαγήσεται. Ἦν δὲ ὁ Τριβωνιανὸς Ἕλλην καὶ ἄθεος. 65. Τυρταῖόν φασι τὸν ἐλεγειοποιὸν τοῖς μέλεσι χρησάμενον, ὅτε Λακεδαιμόνιοι Μεσσηνίοις ἐπολέμουν, παροτρῦνον Λακεδαιμονίους, καὶ ταύτῃ ἐπικρατεστέρους ποιῆσαι. 66. Τυραννίων ὁ Ἐμισηνὸς (l. Ἀμισηνὸς), Θεόφραστος πρὶν καλούμενος, μετεκλήθη Τυραννίων, ὡς κατατρέχων τῶν ὁμοσχόλων. Οὗτος αἰχμάλωτος ὑπὸ Λουκούλλου ληφθεὶς, καὶ πλούσιος ἐν Ρώμῃ γενόμενος, ἐκτήσατο βιβλίων ὑπὲρ τὰς τρεῖς μυριάδας.