Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta Fragment 7.HY
Not analysed yet
67. Ὑπατία, ἡ Θέωνος θυγάτηρ τοῦ Ἀλεξανδρέως φιλοσόφου, καὶ αὐτὴ φιλόσοφος, διεσπάσθη ὑπὸ Ἀλεξανδρέων, καὶ τὸ σῶμα αὐτῆς ἐνυβρισθὲν καθ ̓ ὅλης τῆς πόλεως διεσπάρη. Τοῦτο δὲ πέπονθε διὰ τὴν ὑπερβάλλουσαν σοφίαν, καὶ μάλιστα εἰς τὰ περὶ ἀστρονομίας.